De Opificio Mundi

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera que supersunt, Volume 1. Berlin: Reimer, 1896.

πρῶτον οὖν ὁ ποιῶν ἐποίησεν οὐρανὸν ἀσώματον καὶ γῆν ἀόρατον καὶ ἀέρος ἰδέαν καὶ κενοῦ· ὧν τὸ μὲν ἐπεφήμισε σκότος, ἐπειδὴ μέλας ὁ ἀὴρ τῇ φύσει, τὴν δ’ ἄβυσσον, πολύβυθον γὰρ τό γε κενὸν καὶ ἀχανές· εἶθ’ ὕδατος ἀσώματον οὐσίαν καὶ πνεύματος καὶ ἐπὶ πᾶσιν ἑβδόμου φωτός, ὃ πάλιν ἀσώματον ἦν καὶ νοητὸν ἡλίου παράδειγμα καὶ πάντων ὅσα φωσφόρα ἄστρα κατὰ τὸν οὐρανὸν ἔμελλε συνίστασθαι.

Προνομίας δὲ τό τε πνεῦμα καὶ τὸ φῶς ἠξιοῦτο· τὸ μὲν γὰρ ὠνόμασε θεοῦ, διότι ζωτικώτατον τὸ πνεῦμα, ζωῆς δὲ θεὸς αἴτιος, τὸ δὲ φῶς φησιν ὅτι ὑπερβαλλόντως καλόν (Gen. 1,4)· τοσούτῳ γὰρ τὸ νοητὸν τοῦ ὁρατοῦ λαμπρότερόν τε καὶ αὐγοειδέστερον ὅσῳπερ ἥλιος, οἶμαι, σκότους καὶ ἡμέρα νυκτὸς καὶ [τὰ κριτήρια] νοῦς, ὁ τῆς ὅλης ψυχῆς ἡγεμών, ὀφθαλμῶν σώματος.

τὸ δὲ ἀόρατον καὶ νοητὸν φῶς ἐκεῖνο θείου λόγου γέγονεν εἰκὼν τοῦ διερμηνεύσαντος τὴν γένεσιν αὐτοῦ· καὶ ἔστιν ὑπερουράνιος ἀστήρ, πηγὴ τῶν αἰσθητῶν ἀστέρων, ἣν οὐκ ἂν ἀπὸ σκοποῦ καλέσειεν ἄν τις παναύγειαν, ἀφ’ ἧς ἥλιος καὶ σελήνη καὶ οἱ ἄλλοι [*](1 δὲ D 2 εἰ καὶ μὴ] εἰ μὴ ὄρα καὶ D ἀποτελέσμασι V τοι] γε MABP 3 οὕτως V: οὕτω ceteri ἔμελλεν Β 4 post οὖν add. παρὰ τοῦ νοητοῦ κόσμου FGH ὁ om. M ἐποίησεν Eus cod. Β: ἐποίει ceteri 5 εἰδέαν V τὸν μὲν ἐφήμισε FGH 6 ὁ om. M τὴν V Eus: τὸ ceteri δ’ VM: δὲ ceteri γε corr. ex τε V, τε Eus, γε om. MABP ἔ καὶ ante ἐπὶ om. Μ: 8 πάντα V Eus 9 ἄστρα post ἔμελλεν transp. B ἔμελλεν VB 10 τε om. FGH ἠξιοῦτο VM Eus: ἠξίου ceteri τὸ ante μὲν om. M 11 ὠνόμασεν V, ὀνομάσαι Μ διότι V 12 φησιν add. Wendl. ὑπερβάλλον V Eus τοσοῦτον VF, τοσοῦτο Μ, τοσοῦτο H Eus γὰρ om. V Eus 14 καὶ post νυκτὸς] ἐκ F τὰ κριτήρια V Eus: τῶν κριτηρίων M, τῶν αἰσθητῶν κριτηρίων ABP, τῶν αἰσθητικῶν κριτηρίων FGH τὰ κριτήρια seclusi νοῦς V Eus: ὁ νοῦς ceteri 15 ὀφθαλμῶν V Eus: καὶ ὀφθαλμοὶ ceteri τοῦ σώματος Eus τὸ δὲ ἀόρατον καὶ νοητὸν φῶς ἐκεῖνο V Eus DC: τὸν δὲ ἀόρατον καὶ νοητὸν θεῖον λόγον καὶ θεοῦ λόγον καὶ θεοῦ λόγον om. Β) εἰκόνα λέγει θεοῦ· καὶ ταύτης εἰκόνα ταύτης τῆς εἰκόνος ABP) τὸ νοητὸν φῶς ἐκεῖνο ceteri θείου] ὃ θείου VFGH, περὶ οὗ (sic) DC λόγου om. Β 17 πηγὴ] πλὴν DC ἣν] ὃν DC ἂν add. V Eus: om. ceteri 18 ἄν om. DC ὑφ’ G ἥλιος καὶ σελήνη V Eus DC: ὁ ἥλιος καὶ ἡ σελήνη ceteri οἱ ἄλλοι] ἄλλα DC) [*](4—10,4 Euseb. Pr. Ev. XI 24 . . . εἶθ’ ἑξῆς λέγει: Πρῶτον οὖν—ἐν 15—10,2 DC fol. 196v τοῦ αὐτοῦ (scil. Φίλωνος) ἐκ τῆς κατὰ Μωϋσέα κοσμοποιίας: ἀόρατον—καὶ καθαρᾶς αὐγῆς μεταλαμβάνει)

v.1.p.10
πλάνητές τε καὶ ἀπλανεῖς ἀρύτονται, καθ’ ὅσον ἑκάστῳ δύναμις, τὰ πρέποντα φέγγη, τῆς ἀμιγοῦς καὶ καθαρᾶς αὐγῆς ἐκείνης ἀμαυρουμένης, ὅταν ἄρξηται τρέπεσθαι κατὰ τὴν ἐκ νοητοῦ πρὸς αἰσθητὸν μεταβολήν·

εἱλικρινὲς γὰρ οὐδὲν τῶν ἐν αἰσθήσει. εὖ μέντοι καὶ τὸ φάναι ὅτι "σκότος ἦν ἐπάνω τῆς ἀβύσσου“ (Gen. 1,2). τρόπον γάρ τινα ὁ ἀὴρ ὑπὲρ τὸ κενόν ἐστιν, ἐπειδὴ πᾶσαν τὴν ἀχανῆ καὶ ἐρήμην καὶ κενὴν χώραν ἐπιβὰς ἐκπεπλήρωκεν, ὅση πρὸς ἡμᾶς ἀπὸ τῶν κατὰ σελήνην καθήκει.