De Opificio Mundi
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera que supersunt, Volume 1. Berlin: Reimer, 1896.
Ἐπεὶ δ’ ἐκ τῶν οὐρανίων τὰ ἐπίγεια ἤρτηται κατά τινα φυσικὴν συμπάθειαν, ὁ τῆς ἑβδομάδος λόγος ἄνωθεν ἀρξάμενος κατέβη καὶ πρὸς ἡμᾶς τοῖς θνητοῖς γένεσιν ἐπιφοιτήσας. αὐτίκα τῆς ἡμετέρας ψυχῆς τὸ δίχα τοῦ ἡγεμονικοῦ μέρος ἑπταχῆ σχίζεται, εἰς πέντε αἰσθήσεις καὶ τὸ φωνητήριον ὄργανον καὶ ἐπὶ πᾶσι τὸ γόνιμον· ἃ δὴ πάντα καθάπερ ἐν τοῖς θαύμασιν ὑπὸ τοῦ ἡγεμονικοῦ νευροσπαστούμενα τοτὲ μὲν ἠρεμεῖ τοτὲ δὲ κινεῖται τὰς ἁρμοττούσας σχέσεις καὶ κινήσεις ἕκαστον.
ὁμοίως δὲ καὶ τοῦ σώματος εἴ τις ἐξετάζειν ἐπιχειρήσειε τά τ’ ἐκτὸς καὶ ἐντὸς μέρη, καθ’ ἑκάτερον ἑπτὰ εὑρήσει· τὰ μὲν οὖν ἐν φανερῷ ταῦτ’ ἐστί· κεφαλή, στέρνα, γαστήρ, διτταὶ χεῖρες, διτταὶ βάσεις· τὰ δ’ ἐντὸς λεγόμενα σπλάγχνα στόμαχος, καρδία, πνεύμων, σπλήν, ἧπαρ, νεφροὶ δύο.
πάλιν δ’ αὖ τὸ ἡγεμονικώτατον ἐν ζῴῳ κεφαλὴ τοῖς ἀναγκαιοτάτοις ἑπτὰ χρῆται, δυσὶν ὀφθαλμοῖς, ἀκοαῖς ἴσαις, αὐλοῖς μυκτῆρος δυσίν, ἑβδόμῳ στόματι, δι’ οὗ γίνεται θνητῶν μέν, ὡς ἔφη Πλάτων, εἴσοδος, [*](1 ἀμητὸν ΜFH 3 καθ’ ἑκάστης ἡμέρας FG2H 4 ὅ τε μέγας ἡγεμὼν M: ὅ θ’ ἡγεμὼν ceteri 5 ἰσομοιρίας Β 6 ζυγῷ] χειμῶνι M 7 ἑκατέρω M ἴ 9 ὅσα G, ἴσα F2 10 ὅσα ἐστὶ σπαρτά M μετοπώρου P ὁ ABP: τὰ M, τὸ FGH 13 ὁ γὰρ τῆς M 15 μέρους M εἰς scripsi: πρὸς codd. 16 δὴ om. Β 17 ὑπὸ om. Β 18 κινεῖται] κινήσεις M ἕκαστον om. M 19 ἐπιχειρήσει M τε FGH ἐκτὸς καὶ ἐντὸς MFG: ἐντὸς καὶ ἐκτὸς ceteri 20 ἐν τῶ φανερῶ F ταῦτα MB 21. 22 τὰ δ’ ἐν τοῖς λεγομένοις σπλάγχνοις ABP 23 δ’ αὖ M, δὲ αὖ F2G: τὲ αὖ ceteri 24 αὐλαῖς H 25 ἔφην πλαστῶν M) [*](4—16 loann. Lyd. de mens. II c. 11 . . . ὅθεν τὰ κατὰ τὴν ἡμετέραν ψυχὴν διὰ (l. τοῦ ἡγεμονικοῦ λόγου ἑπταχῆ σχίζεται, πρός τε πέντε αἰσθήσεις καὶ τὸ φωνητικὸν ὄργανον καὶ ἐπὶ πᾶσι τὸ γόνιμον. 25 Plat. Tim. 75 D)
νόμοι, δι’ ὧν ὁ λογικὸς βίος κυβερνᾶται. τὰ δὲ διὰ τῆς ἀρίστης τῶν αἰσθήσεων ὄψεως κρινόμενα μετέχει τοῦ ἀριθμοῦ κατὰ γένος· ἑπτὰ γάρ ἐστι τὰ ὁρώμενα, σῶμα, διάστασις, σχῆμα, μέγεθος, χρῶμα, κίνησις, στάσις, καὶ παρὰ ταῦτα οὐδὲν ἕτερον.