De Opificio Mundi

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera que supersunt, Volume 1. Berlin: Reimer, 1896.

οἵ γε μὴν πλάνητες, ἡ ἀντίρροπος στρατιὰ [*](1 ἡ prius F2H: ἣν MG2, ἢ ABPF1G1 ἧ alterum MG1: ἣν ceteri 3 τοῦ ἓξ τοῦ ὀκτὼ τοῦ δώδεκα ABP 4 διπλασίων G γὰρ om. FG 5 τέσσαρσιν ABPF ὑπερέχει FG2: ὑπερέχεται ceteri 6 τέτταρα AP τῶν δυοῖν ABP: τοῖν δυοῖν ceteri 7 καὶ add. Jessen ὑπερέχει P 8 ὄγδοος] η΄ ABP μὲν om. G 9 τρίτα AP, τρία B 11 τρίτον] τρίτα AP, γ΄ Β 12 ἀναγκαῖον F 13 προειρήσθω M: προσειρήσθω ceteri 14 ἑβδομὰς M: ἡ ἑβδομὰς ceteri ἐν ἀσωμάτοις προκαλεῖται καὶ νοητῶς ABP 15 ἐπ᾿ οὐρανὸν Wendl. 16 τὰ πέρατα M τῷ om. B 19 τροπικὸν post χειμερινὸν om. ABP ἰσημερινοὺς M ζῳδιακὸν] δύο M 19. 20 καὶ προσέτι om. ABP 21 ἔχοι ABP τῆς ὁράσεως F, γρ. αἰσθήσεως in marg. F2 τοτὲ μὲν—τοτὲ δὲ (22)] τὸ μὲν—τὸ δὲ H 22 ἡ ἀντίρροπος M: ἡ τ’ ἀντίρροπος ceteri στρατεία M) [*](14—20 Ioann. Lyd. de mens. II c. 11 ... διατείνει δὲ αὐτῆς ἡ φύσις καὶ ἐπὶ ὁρατὴν ἁπάντων οὑσίαν, οὐρανὸν καὶ γῆν. αὐτίκα γοῦν οὐρανόν φασιν ἑπτὰ διεζῶσθαι κύκλοις, ὧν ὁνόματα τάδε· ἀρκτικός, ἀνταρκτικός, θερινός, χειμερινός, ἰσημερινός, ζῳδιακός, καὶ προσέτι γαλαξίας.)

v.1.p.40
τῇ τῶν ἀπλανῶν, ἑπτὰ διακοσμοῦνται τάξεσι, πλείστην ἐπιδεικνύμενοι συμπάθειαν πρὸς ἀέρα καὶ γῆν· τὸν μὲν γὰρ εἰς τὰς ἐτησίους ἐπικαλουμένας ὥρας τρέπουσι καὶ μεταβάλλουσι καθ’ ἑκάστην μυρίας ὅσας ἐμποιοῦντες μεταβολὰς νηνεμίαις, αἰθρίαις, νεφώσεσι, βίαις ἐξαισίοις πνευμάτων· πάλιν τε ποταμοὺς πλημμυροῦσι καὶ μειοῦσι καὶ πεδία λιμνάζουσι καὶ τοὐναντίον ἀφαυαίνουσι· καὶ πελαγῶν ἐργάζονται τροπὰς ἐξαναχωρούντων ἢ παλιρροίαις χρωμένων· εὐρεῖς γὰρ ἔστιν ὅτε κόλποι θαλάττης ὑποσυρείσης ἀμπώτεσι βαθὺς ἐξαίφνης αἰγιαλός εἰσι καὶ μικρὸν ὕστερον ἀναχυθείσης πελάγη βαθύτατα οὐ βραχείαις ὁλκάσιν ἀλλὰ μυριοφόροις ναυσὶν ἐμπλεόμενα· καὶ μὲν δὴ τὰ ἐπίγεια πάντα, ζῷά τε αὖ καὶ φυτὰ καρποὺς γεννῶντα, αὔξουσι καὶ τελεσφοροῦσι τὴν ἐν ἑκάστοις φύσιν δολιχεύειν παρασκευάζοντες, ὡς νέα παλαιοῖς ἐπανθεῖν καὶ ἐπακμάζειν

πρὸς χορηγίας ἀφθόνους τῶν δεομένων. ἄρκτος γε μήν, ἥν φασι πλωτήρων εἶναι προπομπόν, ἐξ ἑπτὰ ἀστέρων συνέστηκεν· εἰς ἣν ἀφορῶντες κυβερνῆται τὰς ἐν θαλάττῃ μυρίας ὁδοὺς ἀνέτεμον ἀπίστῳ πράγματι καὶ μείζονι ἢ κατὰ φύσιν ἀνθρωπίνην ἐπιθέμενοι· στοχασμῷ γὰρ τῶν εἰρημένων ἀστέρων τὰς πρὶν ἀδηλουμένας χώρας ἀνεῦρον, νήσους μὲν οἱ τὴν ἤπειρον οἰκοῦντες, νησιῶται δὲ ἠπείρους· ἔδει γὰρ ὑπὸ τοῦ καθαρωτάτου τῆς οὐσίας οὐρανοῦ ζῴῳ τῷ θεοφιλεστάτῳ γῆς ὁμοῦ καὶ θαλάττης ἀναδειχθῆναι τοὺς μυχοὺς ἀνθρώπων γένει.

πρὸς δὲ τοῖς εἰρημένοις καὶ ὁ τῶν πλειάδων χορὸς ἀστέρων ἑβδομάδι συμπεπλήρωται, ὧν αἱ ἐπιτολαὶ καὶ ἀποκρύψεις μεγάλων ἀγαθῶν αἴτιαι γίνονται πᾶσι· δυομένων μὲν γὰρ αὔλακες ἀνατέμνονται πρὸς σπόρον· [*](1 τῇ Wendl.: τῆς e ταῖς corr. M, τῆς ABPH, om. FG 2 τὸ μὲν FG 3 τρέπουσι καὶ μεταβάλλουσι M: καὶ μεταβάλλουσι om. ceteri καὶ μυρίας M 3. 4 ἐμποιοῦνται M, ἐμποιοῦντα H 4 ἐξαισίοις M: ἐξαισίαις ceteri 5 τε] δὲ ABP ποταμοῖς ΜF1 7 εὐρεῖς FG2: εὑρεῖν MG1H, εὐρείαις ABP ἐστιν ὅτε] εἰσὶν οἵ τε FG2 κόλπον ABP θαλάσσης ABPF 8 ὑποσυράσαις ἀμπώτισι ABP βαθὺς APF1G1H: βαθεῖς F2G2, ἐκ βάθους M, εὐθὺς Β αἰγιαλοὶ M, αἰγιαλοὺς F2G2 εἰσι corr. Turn.: εἴσεισι ABP1, ἴησι FGH, εἴησι P2, om. M 9 ἀναχθείσης Η post βαθύτατα add. ὤφθησαν M 11 γεννῶντες F1(?)H αὔξουσι—παρασκευάζοντες om. ABP1 (in marg. add. P2) ἐν ἑκάστοις] ἑκάστου M 13 χωρηγίας Α γε M: τε ABPH, om. G, om. in ras. F ν ν μήν] μὲν FG 14 προπομπὴν FG ἣν] οὓς F 15 ἀνέτεμον Μ, ἀνατέμονται F2G2 15. 16 ἀπίστῳ πράγματι M: πράγματι ἀπίστῳ ceteri 16 μείζω M φύσιν] πίστιν Β, γνώμην Η ἐπιθέμενοι] ἑπόμενοι Β 18 νησαίους M 19 ὑπὸ τῆς καθαρωτάτης οὐσίας M θεοφιλεστάτῳ MFG: θεοφιλεῖ ceteri 21 καὶ om. G 22 καὶ αἱ ἀποκρύψεις H αἰτίαι M 23 γίνονται πᾶσι M: πᾶσι γίνονται ceteri μὲν om. M)

v.1.p.41
ἡνίκα δ’ ἂν μέλλωσιν ἐπιτέλλειν, ἄμητον εὐαγγελίζονται, καὶ ἐπιτείλασαι χαίροντας γεωπόνους πρὸς συγκομιδὴν τῶν ἀναγκαίων ἐγείρουσιν· οἱ δ’ ἄσμενοι τὰς τροφὰς ἀποτίθενται πρὸς τὴν καθ’ ἑκάστην ἡμέραν χρῆσιν.

ὅ τε μέγας ἡγεμὼν ἡμέρας ἥλιος διττὰς καθ’ ἕκαστον ἐνιαυτὸν ἀποτελῶν ἰσημερίας, ἔαρι καὶ μετοπώρῳ, τὴν μὲν ἐαρινὴν ἐν κριῷ, τὴν δὲ μετοπωρινὴν ἐν ζυγῷ, ἐναργεστάτην παρέχεται πίστιν τοῦ περὶ τὴν ἑβδόμην θεοπρεποῦς· ἑκατέρα γὰρ τῶν ἰσημεριῶν ἑβδόμῳ γίνεται μηνί, καθ’ ἃς καὶ ἑορτάζειν διείρηται νόμῳ τὰς μεγίστας καὶ δημοτελεστάτας ἑορτάς, ἐπειδήπερ ἀμφοτέραις τὰ ὅσα ἐκ γῆς τελειογονεῖται, ἔαρι μὲν ὁ τοῦ σίτου καρπὸς καὶ τῶν ἄλλων ὅσα σπαρτά, μετοπώρῳ δὲ ὁ τῆς ἀμπέλου καὶ τῶν ἄλλων πλείστων ἀκροδρύων.