De Opificio Mundi

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera que supersunt, Volume 1. Berlin: Reimer, 1896.

Ὁ μὲν οὖν Σόλων ἑβδομάσι δέκα ταῖς εἰρημέναις καταριθμεῖ τὸν ἀνθρώπινον βίον. ὁ δ’ ἰατρὸς Ἱπποκράτης ἡλικίας ἑπτὰ εἶναί φησι, παιδίου, παιδός, μειρακίου, νεανίσκου, ἀνδρός, πρεσβύτου, γέροντος, ταύτας δὲ μετρεῖσθαι μὲν ἑβδομάσιν, οὐ μὴν ταῖς κατὰ τὸ ἑξῆς. λέγει δ’ οὕτως· „Ἐν ἀνθρώπου φύσει ἑπτά εἰσιν ὧραι, ἃς ἡλικίας καλέουσι, παιδίον, παῖς, μειράκιον, νεανίσκος, ἀνήρ, πρεσβύτης, γέρων· καὶ παιδίον μέν ἐστιν ἄχρις ἑπτὰ ἐτέων ὀδόντων ἐκβολῆς· παῖς δ’ ἄχρι γονῆς ἐκφύσιος, ἐς τὰ δὶς ἑπτά· μειράκιον δ’ ἄχρι γενείου λαχνώσιος, ἐς τὰ τρὶς ἑπτά· νεανίσκος δ’ ἄχρις αὐξήσιος ὅλου τοῦ σώματος, ἐς τὰ τετράκις ἑπτά· ἀνὴρ δ’ ἄχρις ἑνὸς δέοντος ἐτέων πεντήκοντα, ἐς τὰ ἑπτάκις ἑπτά· πρεσβύτης δ’ ἄχρι πεντήκοντα ἕξ, ἐς τὰ ἑπτάκις ὀκτώ· τὸ δ’ ἐντεῦθεν γέρων.“ λέγεται δὲ κἀκεῖνο πρὸς διασύστασιν ἑβδομάδος ὡς [*](1 περὶ] κατὰ Cram. καταρτύνεται AB Ap. 2 οὐδ’] ἐν δ’ Cram. ἔσθ’ ὅμως H 3 νοῦ H καὶ] ἡ M μέγ’ ἄριστος M: μετ’ ἀρίσταις ceteri 4 ὀκτώ τ’ Mang.: ὀκτὼ δ’ codd. ἀμφοτέρων Mang.: ἀμφότερα codd,. ἀμφότερον α Cram. τεσσαρεσκαίδεκ᾿ F, τεσσαρεσκαίδεκ᾿ H, τεσσαρεσκαίδεκα AB 5 ἐννάτη Α μὴν M: μὲν ceteri μαλακωτέρα codd. 6 καὶ om. F 7 τὴν δεκάτην M: τῆ δεκάδ’ Η, τῆ δεκάτη ceteri δ’ om. H ἥκοιτο Β 8 ἄορος Β οἱ ἔχη Α, ἔχει FG Ap. 9 δέκα] δὶς F προειρημέναις M 11 πρεσβυτέρου M 12 ταῦτα M 13 δὲ D καλέουσιν D 14 νεανίσκος—γέρων MD: καὶ αἱ λοιπαί ceteri 15 ἄχρι DV ἐτῶν codd. δὲ D 15. 16 ἐκφύσεως codd. 16 ἐς] εἰς MDV ἐς τὰ] ἑπτὰ Η δὲ ABD λαχνώσεως codd. ἐς] εἰς AB 17 δ’ om. M ἄχρι DV αὐξήσεως MBGD ἐς] εἰς AB 17. 18 ἐς τὰ τετράκις ἑπτὰ ante νεανίσκος transp. M 18 δὲ D ἄχρι D ἐτέων] ἐτῶν Dv, τῶν DN, om. codd. ἐς] εἰς ΑΒ 19 δὲ D ἄχρι ἐτῶν M ἐς] εἰς ABFG δὲ D 20 κἀκεῖνο om. H πρὸς ἰδίαν σύστασιν Turn.) [*](10 Hippocr. περὶ ἑβδομάδων § 5 (VIII p. 636 Littré) 10—20 DN fol. 493r Dv p. 314 Φίλωνος: ὁ ἰατρὸς Ἱπποκράτης—γέρων.)

v.1.p.38
θαυμαστὴν ἐχούσης ἐν τῇ φύσει τάξιν, ἐπεὶ συνέστηκεν ἐκ τριῶν καὶ τεττάρων· τὸν μὲν τρίτον ἀπὸ μονάδος, εἰ διπλασιάζοι τις, εὑρήσει τετράγωνον, τὸν δὲ τέταρτον κύβον, τὸν δ’ ἐξ ἀμφοῖν ἕβδομον κύβον ὁμοῦ καὶ τετράγωνον·

ὁ μὲν οὖν ἀπὸ μονάδος τρίτος ἐν διπλασίονι λόγῳ, τέτταρα, τετράγωνός ἐστιν, ὁ δὲ τέταρτος, ὀκτώ, κύβος, ὁ δὲ ἕβδομος, τέσσαρα πρὸς τοῖς ἑξήκοντα, κύβος ὁμοῦ καὶ τετράγωνος· ὡς εἶναι τελεσφόρον ὄντως τὸν ἕβδομον ἀριθμόν, ἀμφοτέρας τὰς ἰσότητας καταγγέλλοντα τήν τ’ ἐπίπεδον διὰ τετραγώνου κατὰ τὴν πρὸς τριάδα συγγένειαν καὶ τὴν στερεὰν διὰ κύβου κατὰ τὴν πρὸς τετράδα οἰκειότητα· ἐκ τριάδος δὲ καὶ τετράδος ἑβδομάς.

Ἔστι δὲ οὐ τελεσφόρος μόνον, ἀλλὰ καὶ ὡς ἔπος εἰπεῖν ἁρμονικωτάτη καὶ τρόπον τινὰ πηγὴ τοῦ καλλίστου διαγράμματος, ὃ πάσας μὲν τὰς ἁρμονίας, τὴν διὰ τεττάρων, τὴν διὰ πέντε, τὴν διὰ πασῶν, πάσας δὲ τὰς ἀναλογίας, τὴν ἀριθμητικήν, τὴν γεωμετρικήν, ἔτι δὲ τὴν ἁρμονικὴν περιέχει. τὸ δὲ πλινθίον συνέστηκεν ἐκ τῶνδε τῶν ἀριθμῶν, ἓξ ὀκτὼ ἐννέα δώδεκα· ὁ μὲν ὀκτὼ πρὸς ἓξ ἐν ἐπιτρίτῳ λόγῳ, καθ’ ὃν ἡ διὰ τεττάρων ἁρμονία ἐστίν· ὁ δὲ ἐννέα πρὸς ἓξ ἐν ἡμιολίῳ, καθ’ ὃν ἡ διὰ πέντε· ὁ δὲ δώδεκα πρὸς ἓξ ἐν διπλασίονι, καθ’ ὃν ἡ διὰ πασῶν.

ἔχει δὲ ὡς ἔλεγον καὶ τὰς ἀναλογίας πάσας· ἀριθμητικὴν μὲν ἐκ τῶν ἓξ καὶ ἐννέα καὶ δώδεκα· οἷς γὰρ ὑπερέχει ὁ μέσος τοῦ πρώτου τρισίν, τούτοις ὑπερέχεται ὑπὸ τοῦ τελευταίου· γεωμετρικὴν δὲ ἐκ τῶν τεσσάρων· ὃν γὰρ λόγον ἔχει τὰ ὀκτὼ πρὸς ἕξ, τοῦτον τὰ δώδεκα πρὸς ἐννέα· ὁ δὲ λόγος ἐπίτριτος· ἁρμονικὴν δὲ ἐκ τριῶν, τοῦ ἓξ καὶ ὀκτὼ καὶ δώδεκα.