De Opificio Mundi
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera que supersunt, Volume 1. Berlin: Reimer, 1896.
ἐν μὲν οὖν τοῖς νοητοῖς τὸ ἀκίνητον καὶ ἀπαθὲς ἐπιδείκνυται ἑβδομάς, ἐν δὲ τοῖς αἰσθητοῖς μεγάλην καὶ συνεκτικωτάτην δύναμιν, * * * [*](1 ἔχει codd.: ἔχειν V παρὰ] περὶ ABP1 ἐντὸς δεκάδος F2 2 γεννῶσι μὴ γεννώμενοι ABP 3. 4 μόνη—βεβαιωτέον om. F1, add. F2 in marg. inf. 3 ἐν om. ABP 4 δὲ FGH ὑπόθεσιν coni. Wendl. ἀποδείξει FG (Turn.): ἀποδεῖξαι ceteri βεβαιοτέραν ABP 5 ἅπαντας ἑξῆς Β 6 δὲ FGH ὑπὸ] ἀπὸ Η δὶς δ΄ ABP δὲ FGH 7 τὴν ἀμφοῖν FG: τοῖν ἀμφοῖν ABP, τὴν αὐτὴν Η 8 γὰρ om. G τὸν ὀκτὼ F2G: τὸ ὀκτὼ F1H, τὰ ὀκτὼ ABP, ὀκτὼ L γεννόμενος (sic) G γεννώμενος H 9 μόνος δὲ FGH 14 καὶ τὸ γεννῶν add. Markland 15 γεννηθῇ Io. Lydus: γένηται codd. 18 ἡγεμών FH: ὁ ἡγεμών ceteri εῖς] εἷ H 19 αὐτῶ FHP 20 καὶ ἀπαθὲς om. F 21 μεγάλην—βελτιοῦσθαι (35,1) om. FG lacuna quara indicavit Mangey coll. Clem. Al. Strom. VI 813 P. fortasse sic explenda: πλανήτων κινήσεσιν) [*](12—19 loann. Lyd. de mens. II c. 11 οἶ γε μὴν Πυθαγόρειοι τῷ ἡγεμόνι τοῦ τὴν ἑβδόμην ἀνατίθενται . . . ὀρθῶς οὖν ἀμήτορα τὸν ἑπτὰ ἀριθμὸν ὁ Φόλος προσηγόρευσε· μόνος γὰρ οὔτε γεννᾶν οὔτε γεννᾶσθαι πέφυκε· τὸ δὲ μήτε γεννῶν μήτε γεννώμενον ἀκίνητον, ἐν κινήσει γάρ ἡ γέννησις, τὸ μὲν ἶνα γεννήσῃ, τὸ δὲ ἶνα γεννηθῇ, ὡς καὶ αὐτός ὁ ῥήτωρ ὁ Ταραντῖνος, φησὶ δὲ οὕτως· Ἔστι γάρ ἡγεμὼν καὶ ἄρχων ἀπάντων εἶς ἀεὶ ὢν θεός, μόνιμος, ἀκίνητος, αὐτὸς ἑαυτῷ ὅμοιος. 18 Βοeckh Philolaos p. 151)
Καλεῖται δ’ ἡ ἑβδομὰς ὑπὸ τῶν κυρίως τοῖς ὀνόμασιν εἰωθότων χρῆσθαι καὶ τελεσφόρος, ἐπειδὴ ταύτῃ τελεσφορεῖται τὰ σύμπαντα. τεκμηριώσαιτο δ’ ἄν τις ἐκ τοῦ πᾶν σῶμα ὀργανικὸν τρισὶ μὲν κεχρῆσθαι διαστάσεσι, μήκει πλάτει καὶ βάθει, τέτταρσι δὲ πέρασι, σημείῳ καὶ γραμμῇ καὶ ἐπιφανείᾳ καὶ στερεῷ, δι’ ὧν συντεθέντων ἀποτελεῖται ἑβδομάς. ἀμήχανον δ’ ἦν τὰ σώματα ἑβδομάδι μετρεῖσθαι κατὰ τὴν ἐκ διαστάσεων τριῶν καὶ περάτων τεττάρων σύνθεσιν, εἰ μὴ συνέβαινε τὰς τῶν πρώτων ἀριθμῶν ἰδέας ἑνὸς καὶ δυοῖν καὶ τριῶν καὶ τεττάρων, οἷς θεμελιοῦται δεκάς, ἑβδομάδος φύσιν περιέχειν· οἱ γὰρ λεχθέντες ἀριθμοὶ τέσσαρας μὲν ἔχουσιν ὅρους, τὸν πρῶτον, τὸν δεύτερον, τὸν τρίτον, τὸν τέταρτον, διαστάσεις δὲ τρεῖς· πρώτη μὲν διάστασις ἡ ἀπὸ τοῦ ἑνὸς ἐπὶ τὰ δύο, δευτέρα δὲ ἡ ἀπὸ τῶν δυοῖν ἐπὶ τὰ τρία, τρίτη δὲ ἡ ἀπὸ τῶν τριῶν ἐπὶ τὰ τέσσαρα.
δίχα δὲ τῶν εἰρημένων ἐναργέστατα παριστᾶσι τὴν τελεσφόρον δύναμιν ἑβδομάδος καὶ αἱ ἐκ βρέφους ἄχρι γήρως ἀνθρώπων ἡλικίαι μετρούμεναι ταύτῃ· κατὰ μὲν οὖν τὴν πρώτην [*](1 οἷς ABP: ἧς Η 3 τὸν εἰκοσιοκτὼ Β, τὸ κη AP αὐτοῦ codd. 4 ἀποτελεστικὸς F in textu, γρ. ἀποκαταστατικὸς F2 in marg. 6 γὰρ om. H μονοειδοῦς F1H 7 ἡμέρας ABP τοσαύταις] ἴσαις M 7. 8 καὶ πάλιν] κἄπειθ’ M 10 μονοειδῆ F1 ἐξ ὦν M: ἐξ ἧς ceteri λεχθεὶς] ῥηθεὶς BG 11. 12 τοῖς εἰωθόσιν ὀνόμασι χρωμένων Η 14 πλάτει καὶ βάθει βάθει καὶ πλάτει ceteri τέτταρσι] τέτρασι codd. 15 καὶ ἐπιφανεία καὶ γραμμὴ B δι’ om. M 16 δὲ M 17 τεσσάρων ABPG, τεττάρων om. H 19 θεμελιοῦται] τελειοῦται M 21 μὲν οὖν M ἡ add. M: om. ceteri 22 δευτέρα δὲ M: δὲ om. ceteri δυεῖν Η τρίτη δὲ M: δὲ om. ceteri ἡ om. GH 24 παριστῶσι FG, παρίστησι M 25 ἀνθρώπων om. Η οὑν om. ABPD) [*](25—36,8 DK fol. 49r Φίλωνος ‘Eβραίου ἐκ τοῦ περὶ τῆς κατὰ Μωσέα κοσμοποιίας: μὲν—παραιρεῖσθαι: eadem Dv p. 314 Φίλωνος: 3*)
τὰς ἡλικίας ταύτας ἀνέγραψε καὶ Σόλων ὁ τῶν Ἀθηναίων νομοθέτης ἐλεγεῖα ποιήσας τάδε·