On the Estate of Hagnias

Isaeus

Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).

Νόμοι

ἐπίσχες. ἐρωτήσω σέ. ἀδελφός ἐσθʼ ὁ παῖς Ἁγνίου 〈ἢ〉[*](ἢadd. Taylor.) ἀδελφιδοῦς ἐξ ἀδελφοῦ ἢ ἐξ ἀδελφῆς γεγονώς, ἢ ἀνεψιός, ἢ ἐξ ἀνεψιοῦ πρὸς μητρὸς ἢ πρὸς πατρός; τί τούτων τῶν ὀνομάτων, οἷς ὁ νόμος τὴν ἀγχιστείαν δίδωσι; καὶ ὅπως μὴ ἐκεῖνο ἐρεῖς, ὅτι ἐμὸς ἀδελφιδοῦς. οὐ γὰρ περὶ τοῦ ἐμοῦ κλήρου νῦν ὁ λόγος ἐστί· ζῶ γάρ. εἰ δʼ ἦν ἄπαις ἐγὼ τετελευτηκὼς καὶ ἠμφισβήτει τῶν ἐμῶν, τοῦτο ἂν προσῆκεν[*](προσῆκενSchoemann: -ήκη.) ἀποκρίνασθαι ἐρωτωμένῳ. νῦν δὲ φῂς τῶν Ἁγνίου χρημάτων τὸ ἡμικλήριον εἶναι τοῦ παιδός· δεῖ δή σε τῆς ἀγχιστείας, ὅ τι ὁ παῖς Ἁγνίᾳ προσήκει, τὸ γένος εἰπεῖν. φράσον οὖν τουτοισί.

αἰσθάνεσθε ὅτι οὐκ ἔχει τὴν συγγένειαν εἰπεῖν, ἀλλʼ ἀποκρίνεται πάντα μᾶλλον ἢ ὃ δεῖ μαθεῖν ὑμᾶς. καίτοι τόν γε πράττοντά τι δίκαιον οὐ προσῆκεν ἀπορεῖν ἀλλʼ εὐθὺς λέγειν, καὶ μὴ μόνον τοῦτο ποιεῖν, ἀλλὰ καὶ διόμνυσθαι καὶ τοῦ γένους παρέχεσθαι μάρτυρας,[*](μάρτυραςCobet: μαρτυρίας.) ἵνα μᾶλλον [ἂν] ἐπιστεύετο ὑφʼ ὑμῶν. νῦν δʼ ἐφʼ οἷς ἀπόκρισιν οὐ δέδωκεν, οὐ μάρτυρας παρέσχετο, οὐχ ὅρκον ὤμοσεν, οὐ νόμον ἀνέγνωκεν, οἴεται δεῖν ὑμᾶς, ὀμωμοκότας ψηφιεῖσθαι κατὰ τοὺς νόμους, αὐτῷ πειθομένους ἐμοῦ καταγνῶναι ταύτην τὴν εἰσαγγελίαν παρὰ τοὺς νόμους· οὕτω σχέτλιος καὶ ἀναιδὴς ἄνθρωπός ἐστιν.