On the Estate of Hagnias
Isaeus
Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
ταύτας ποιεῖ τὰς ἀγχιστείας ὁ νομοθέτης μόνας, συντομωτέρως τοῖς ῥήμασιν ἢ ἐγὼ φράζω· τὴν μέντοι διάνοιαν ὧν βούλεται ταύτῃ δείκνυσιν. ὁ δὲ παῖς οὗτος οὐδὲ καθʼ ἓν τούτων τῶν ὀνομάτων Ἁγνίᾳ προσήκει τῇ ἀγχιστείᾳ, ἀλλʼ ἔξω τῆς συγγενείας ἐστίν. ἵνα δʼ ἀκριβῶς μάθητε περὶ ὧν ψηφιεῖσθε, τοὺς πολλοὺς λόγους ἐάσας οὗτος εἰπάτω ὅ τι ὁ παῖς προσήκει τουτωνὶ τῶν εἰρημένων τῷ τὸν κλῆρον καταλιπόντι· κἂν φανῇ κατά τι προσήκων, ἑκὼν ἐγὼ συγχωρῶ τὸ ἡμικλήριον εἶναι τοῦ παιδός.
εἰ δέ τοι μηδὲν τούτων ἕξει εἰπεῖν, πῶς οὐκ ἐλεγχθήσεται φανερῶς ἐμὲ μὲν συκοφαντῶν, ὑμᾶς δʼ ἐξαπατῆσαι παρὰ τοὺς νόμους ζητῶν; ἀναβιβασάμενος οὖν αὐτὸν ἐναντίον ὑμῶν ἐρωτήσω τὰ ἐν τοῖς νόμοις ὑπαναγιγνώσκων· οὕτω γὰρ εἴσεσθε εἰ προσήκει τῷ παιδὶ τῶν Ἁγνίου χρημάτων ἢ μή. λαβὲ οὖν αὐτοῖς τοὺς νόμους· σὺ δʼ ἀνάβηθι δεῦρο, ἐπειδὴ δεινὸς εἶ διαβάλλειν καὶ τοὺς νόμους διαστρέφειν. σὺ δʼ ἀναγίγνωσκε.