On the Estate of Hagnias
Isaeus
Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
οὗτος τοίνυν ῥᾳδίως ὅ τι ἂν τύχῃ ψευδόμενος, καὶ τὴν αὑτοῦ πονηρίαν οὐδεμίαν ζημίαν εἶναι νομίζων, τολμᾷ με διαβάλλειν ἄλλα τε πολλά, περὶ ὧν ποιήσομαι τοὺς λόγους τάχα, καὶ νυνὶ λέγει ὡς ἐκοινωσάμεθα ἐγώ τε καὶ Στρατοκλῆς, τὸν ἀγῶνα εἰσιέναι περὶ τοῦ κλήρου μέλλοντες. ὃ μόνοις ἡμῖν τῶν ἀμφισβητεῖν παρεσκευασμένων οὐκ ἐνῆν, διομολογήσασθαι πρὸς ἀλλήλους.
τῇ μὲν γὰρ Εὐβουλίδου θυγατρὶ καὶ τῇ Ἁγνίου μητρὶ πρὸς ἡμᾶς ἀγωνιζομέναις, μὴ κατὰ ταὐτὸ ἀμφισβητούσαις, ἐνῆν ποιήσασθαι συνθήκας, ἂν ἡ ἑτέρα νικᾷ, μετεῖναί τι καὶ τῇ ἡττηθείσῃ· καδίσκος γὰρ ἔμελλεν ἑκατέρᾳ τεθήσεσθαι. τὸ δʼ ἡμέτερον οὐ τοιοῦτον ἦν, ἀλλʼ ἓν τὸ γένος, δύο δὲ λήξεις, ἡμικληρίου ἑκατέρῳ· τοῖς δὲ κατὰ ταὐτὰ ἀμφισβητοῦσιν εἷς τίθεται καδίσκος, οὗ οὐκ ἂν ἦν τὸν μὲν ἡττᾶσθαι τὸν δὲ νικᾶν,[*](ἡττᾶσθαι τὸν δὲ νικᾶνValckenaer: νικᾶσθαι τὸν δὲ ἡττᾶν.) ἀλλʼ ὁμοίως ἀμφοτέροις ἦν ὁ αὐτὸς κίνδυνος, ὥστʼ οὐκ ἐνῆν κοινωνίαν οὐδὲ διομολογίαν ποιήσασθαι περὶ αὐτῶν.
ἀλλʼ οὗτος, ἐπειδὴ Στρατοκλῆς ἐτελεύτησε πρὶν γενέσθαι τοῦ ἡμικληρίου τὰς λήξεις ἡμῶν ἑκατέρῳ, καὶ οὐκέτʼ ἦν μετουσία τῷ Στρατοκλεῖ τούτων οὐδὲ τῷ παιδὶ τῷδε διὰ τὸν νόμον, ἀλλʼ ἐγίγνετο εἰς ἐμὲ ἡ κληρονομία κατʼ ἀγχιστείαν πάντων, εἰ νικήσαιμι τοὺς ἔχοντας, τότʼ ἤδη πλάττει ταῦτα καὶ μηχανᾶται, προσδοκῶν τούτοις τοῖς λόγοις ῥᾳδίως ὑμᾶς ἐξαπατῆσαι. ὅτι δʼ οὐχ οἷόν τʼ ἦν τούτων γίγνεσθαι οὐδέν, ἀλλὰ διείρηται[*](διείρηταιReiske: διήρηται.) καθʼ ἕκαστον περὶ αὐτῶν, ἐκ τοῦ νόμου γνῶναι ῥᾴδιον. λαβὲ δʼ αὐτοῖς καὶ ἀναγίγνωσκε.
Νόμος
ἆρʼ ὑμῖν ὁ νόμος δοκεῖ ποιεῖν ἐξουσίαν κοινωνίας, ἀλλʼ οὐκ ἄντικρυς οὑτωσὶ πᾶν τοὐναντίον, εἰ καὶ τὸ πρότερον ὑπῆρχε κοινωνία, προστάττει, διαρρήδην κελεύων τοῦ μέρους ἕκαστον λαγχάνειν καὶ τοῖς κατὰ ταὐτὸ ἀμφισβητοῦσι τιθεὶς ἕνα καδίσκον καὶ τὰς ἐπιδικασίας τοῦτον τὸν τρόπον ποιῶν; ὁ δέ, ταῦτα τῶν νόμων λεγόντων καὶ οὐκ ἐνούσης γενέσθαι διομολογίας, οὕτως ἀλόγως πρᾶγμα τηλικοῦτον ψεύσασθαι τετόλμηκεν.
οὐ μόνον δὲ τοῦτο πεποίηκεν, ἀλλὰ καὶ τὸ πάντων ἐναντιώτατον πρᾶγμα εἴρηκεν, ᾧ προσέχετε τὸν νοῦν, ὦ ἄνδρες. φησὶ γὰρ ὁμολογῆσαί με τοῦ κλήρου τῷ παιδὶ τὸ ἡμικλήριον μεταδώσειν, εἰ νικήσαιμι τοὺς ἔχοντας αὐτόν. καίτοι εἰ μέν τι καὶ αὐτῷ μετῆν κατὰ τὸ γένος, ὡς οὗτος λέγει, τί ἔδει γενέσθαι ταύτην αὐτοῖς παρʼ ἐμοῦ τὴν ὁμολογίαν; ἦν γὰρ ὁμοίως καὶ τούτοις ἐπίδικον τὸ ἡμικλήριον, εἴ περ ἀληθῆ λέγουσιν.
εἰ δὲ μὴ προσῆκεν αὐτοῖς τῆς ἀγχιστείας μηδέν, διὰ τί ἂν μεταδώσειν ὡμολόγουν, τῶν νόμων ἐμοὶ πάντων αὐτῶν δεδωκότων τὴν κληρονομίαν; πότερα δʼ οὐκ ἦν μοι λαχεῖν, εἰ μὴ πείσαιμι τούτους; ἀλλʼ ὁ νόμος τῷ βουλομένῳ δίδωσι τὴν ἐξουσίαν, ὥστε τοῦτο οὐκ ἦν αὐτοῖς εἰπεῖν. ἀλλʼ εἶχόν τινά μοι μαρτυρίαν τοῦ πράγματος, ἣν εἰ μὴ ἐμαρτύρουν, οὐκ ἔμελλον ἐπιδικάσασθαι τούτων; ἀλλὰ κατὰ γένος ἠμφισβήτουν, οὐ κατὰ δόσιν, ὥστʼ οὐδὲν ἔδει μαρτύρων.
ἀλλὰ μὴν εἰ μήτε κοινώσασθαι τὸ πρᾶγμα ἐνῆν, ὅτʼ ἔζη Στρατοκλῆς, μήτε ὁ πατὴρ αὐτῷ κατέλιπεν ἐπιδικασάμενος τούτων μηδέν,[*](μηδένBekker: οὐδέν.) μήτε εἰκὸς ἦν μεταδώσειν ἐμὲ τὸ ἡμικλήριον ὁμολογῆσαι αὐτῷ, ἀπέδοτε[*](ἀπέδοτεSchoemann: ἀπόδοτε.) 〈δʼ〉[*](δʼadd. Schoemann.) ὑμεῖς ἐπιδικάσαντές μοι τοῦτον τὸν κλῆρον, οἱ[*](οἱSchoemann: εἰ.) δὲ μήτε ἔλαχον τότε[*](τότεMunscher: τῶν.) αὐτῶν μήτʼ ἀμφισβητῆσαι πώποτʼ ἠξίωσαν, πῶς χρὴ πιστοὺς εἶναι νομίζειν τοὺς τούτων λόγους; ἐγὼ μὲν οἴομαι οὐδαμῶς.
προσποιεῖται τοίνυν οὗτος (ἐπειδὴ τοῦτʼ εἰκότως ἂν θαυμάζοιτε, ὅτι τοῦ ἡμικληρίου τότε τὴν δίκην οὐκ ἐλάγχανον) τοῦ μὲν μὴ λαχεῖν πρὸς ἐκείνους ἐμὲ εἶναι αἴτιον ὡς ὁμολογήσαντα μεταδώσειν, ὥστε διὰ τοῦτʼ οὐ[*](τοῦτʼ οὐReiske: τούτου.) παρακαταβάλλειν αὐτούς,[*](αὐτούςDobree: αὐτοῖς.) τῆς δὲ πρὸς ἐμὲ λήξεως ἐμποδὼν εἶναι τοὺς νόμους (οὐ γὰρ εἶναι τοῖς ὀρφανοῖς κατὰ τῶν ἐπιτρόπων), οὐδέτερʼ ἀληθῆ λέγων.
οὔτε γὰρ ἂν νόμον δείξειεν ὃς κωλύει τοῦτον ὑπὲρ τοῦ παιδὸς δίκην παρʼ ἐμοῦ λαμβάνειν· οὐ γάρ ἐστιν ἐναντιούμενος οὐδείς, ἀλλʼ ὥσπερ καὶ γραφὰς κατʼ ἐμοῦ δέδωκεν, οὕτω καὶ δίκας ἐμοὶ εἶναι καὶ τῷ παιδὶ πεποίηκεν· οὔτʼ αὖ διὰ ταῦτα ἐκείνοις τοῖς ἔχουσι[*](ἔχουσιDobree: προσήκουσι.) τοῦ κλήρου οὐκ ἐλάγχανον, ὡς ἐμοῦ μεταδώσειν ὁμολογήσαντος, ἀλλʼ ὅτι οὐδʼ ὁτιοῦν αὐτοῖς τούτων τῶν χρημάτων προσῆκεν.
εὖ δʼ οἶδʼ ὅτι 〈οὐδʼ〉[*](οὐδʼadd. Scaliger.) εἰ συνεχώρουν τῷ παιδὶ λαβεῖν ἐπιδικασαμένῳ παρʼ ἐμοῦ τὸ ἡμικλήριον, οὐκ ἄν ποτε ταῦτʼ ἐποίησαν οὐδʼ ἐπεχείρησαν, εἰδότες 〈ὅτι〉,[*](ὅτιadd. Stephanus.) ὁπότʼ ἐν τῇ ἀγχιστείᾳ μὴ ὄντες εἶχόν τι τῶν μὴ προσηκόντων, τοῦτʼ ἂν ὑπὸ τῶν ἐγγύτατα γένους ῥᾳδίως ἀφῃρέθησαν. ὅπερ γὰρ καὶ πρότερον εἶπον, οὐ δίδωσι μεθʼ ἡμᾶς τοῖς ἡμετέροις παισὶ τὸ παράπαν τὴν ἀγχιστείαν ὁ νόμος, ἀλλὰ τοῖς πρὸς μητρὸς τοῦ τελευτήσαντος.
ἧκεν ἂν οὖν ἐπʼ αὐτὰ τοῦτο μὲν ὁ Γλαύκων ὁ τοῦ Ἁγνίου ἀδελφός, πρὸς ὃν μὴ ὅτι γένος εἶχον ἄμεινον εἰπεῖν, ἀλλὰ καὶ ἔξω τῆς ἀγχιστείας ἐφαίνοντʼ ἂν ὄντες, τοῦτο δʼ, εἰ μὴ ἐβούλετο οὗτος, ἡ Ἁγνίου κἀκείνου μήτηρ, προσῆκον καὶ αὐτῇ τῆς ἀγχιστείας τοῦ αὑτῆς ὑέος, ὥσθʼ ὁπότʼ ἠγωνίζετο πρὸς τοὺς μηδὲν γένει προσήκοντας, φανερῶς ἂν ἔλαβε τὸ ἡμικλήριον παρʼ ὑμῶν, τοῦτο τοῦ δικαίου καὶ τῶν νόμων αὐτῇ δεδωκότων.
οὐκοῦν διὰ ταῦτʼ οὐκ ἐλάγχανεν, οὐχ ὡς διʼ ἐμὲ ἢ τοὺς νόμους κωλυόμενος, ἀλλὰ ταύτας [τὰς] προφάσεις ποιούμενος ἐπὶ ταύτας τὰς συκοφαντίας ἐλήλυθεν, ἐξ ὧν γραφὴν γραψάμενος καὶ ἐμὲ διαβάλλων ἐλπίζει χρήματα λήψεσθαι καὶ ἐμὲ τῆς ἐπιτροπῆς ἀπαλλάξειν. καὶ οἴεται δεινοῦ τινος ἀνδρὸς ἔργον διαπράττεσθαι ταύταις ταῖς παρασκευαῖς, ὅτι μὴ κατορθώσας μὲν οὐδὲν ἀπολεῖ τῶν αὑτοῦ, διαπραξάμενος δʼ ἃ βούλεται καὶ τὰ τοῦ παιδὸς ἀδεῶς ἤδη διαφορήσει.
οὐκοῦν οὐ δεῖ προσέχειν ὑμᾶς τοῖς τούτου λόγοις τὸν νοῦν, οὐδʼ ἐπιτρέπειν, οὐδʼ ἐθίζειν εἶναι γραφὰς περὶ ὧν ἰδίας δίκας οἱ νόμοι πεποιήκασιν. ἁπλᾶ γὰρ τὰ δίκαια παντάπασίν ἐστι καὶ γνώριμα μαθεῖν· ἃ ἐγὼ διὰ βραχέων εἰπὼν καὶ παρακαταθέμενος ὑμῖν μνημονεύειν, ἐπὶ τὴν ἄλλην ἀπολογίαν ἤδη τρέψομαι τῶν κατηγορηθέντων.
τί οὖν ἔστι ταῦτα, καὶ τί διορίζομαι; εἰ μὲν κατʼ ἀγχιστείαν τῶν Ἁγνίου μετεῖναί φησι τῷ παιδί, τοῦ ἡμικληρίου λαχέτω πρὸς τὸν ἄρχοντα, κἂν ὑμεῖς ψηφίσησθε, λαβέτω· ταῦτα γὰρ οἱ νόμοι κελεύουσιν. εἰ δὲ μὴ κατὰ τοῦτο ἀμφισβητεῖ, φησὶ δὲ ὁμολογῆσαί με τῷ παιδὶ μεταδώσειν, φάσκοντος ἐμοῦ τούτων εἶναι μηδέν, δικασάσθω, κἂν ἐξελέγξῃ με ὡς ὡμολόγησα, τότʼ ἤδη πραξάσθω· δίκαιον γὰρ οὕτως ἐστίν.
εἰ δὲ μήτε πρὸς ἐμὲ μήτε κατʼ ἐμοῦ δίκην εἶναί φησι τῷ παιδί, τὸν κωλύοντα νόμον εἰπάτω, κἂν ἔχῃ δεῖξαι, λαβέτω καὶ οὕτω τὸ μέρος τῶν χρημάτων. εἰ δʼ αὖ αὖ μήτʼ ἐπιδικάσασθαί φησι δεῖν τοῦ ἡμικληρίου μήτʼ ἐμοὶ[*](μητ ἐμοὶBlass: μήτε μὴ.) δικάσασθαι, ἀλλʼ ἤδη εἶναι ταῦτα τοῦ παιδός, ἀπογραψάσθω πρὸς τὸν ἄρχοντα εἰς τὴν μίσθωσιν τῶν ἐκείνου χρημάτων, ἣν ὁ μισθωσάμενος εἰσπράξει με ταῦτα ὡς ὄντα τοῦ παιδός.
ταῦτα μεγάλα δίκαιά ἐστι. ταῦτα καὶ οἱ νόμοι κελεύουσιν, οὐ μὰ Δία οὐ γραφὰς ἐμὲ φεύγειν περὶ ὧν δίκας ἰδίας εἶναι πεποιήκασιν, οὐδὲ κινδυνεύειν περὶ τοῦ σώματος, ὅτι οὐ μεταδίδωμι τῷ παιδὶ τούτων, ἃ ψήφῳ κρατήσας ἐγὼ τοὺς ἔχοντας οὕτω παρʼ ὑμῶν ἔλαβον· ἀλλʼ εἴ τι τῶν ὁμολογουμένων εἶναι τοῦ παιδὸς εἶχον καὶ κακῶς διέθηκα ὥστʼ ἐκεῖνον κακοῦσθαι, τότε ἄν μοι κατὰ ταύτην προσῆκε κρίνεσθαι τὴν γραφήν, οὐ μὰ Δίʼ οὐκ ἐπὶ τοῖς ἐμοῖς.
ὅτι μὲν οὖν οὔτε περὶ τούτων οὐδὲν δίκαιον πεποίηκεν οὔτε περὶ τῶν ἄλλων ἀληθὲς οὐδὲν εἴρηκεν, ἅπαντα δὲ δεινῶς πλεονεξίᾳ μεμηχάνηται διαβάλλων καὶ τοὺς νόμους παράγων καὶ ὑμῶν καὶ ἐμοῦ παρὰ τὸ δίκαιον περιγενέσθαι ζητῶν, οἶμαι μὰ τοὺς θεοὺς οὐδʼ ὑμᾶς ἀγνοεῖν ἀλλʼ ὁμοίως εἰδέναι πάντας, ὥστʼ οὐκ οἶδʼ ὅ τι δεῖ πλείω περὶ τούτων λέγειν.
ὁρῶ δέ, ὦ ἄνδρες, τὴν πλείστην διατριβὴν τῶν λόγων ποιούμενον περὶ τὴν τοῦ παιδὸς οὐσίαν καὶ περὶ τὴν ἐμήν, καὶ τὰ μὲν ἐκείνου παντάπασιν ὡς ἄπορα διεξιόντα,[*](διεξιόνταAldus: -ντος.) περὶ δʼ ἐμὲ πλοῦτόν τινα τῷ λόγῳ κατασκευάσαντα, καί τινα κακίαν κατηγοροῦντα[*](κατηγοροῦνταStephanus: -ντος.) ὡς ἐγὼ τεττάρων οὐσῶν Στρατοκλέους θυγατέρων οὐδεμιᾷ τολμῶ συνευπορῆσαι προικός, καὶ ταῦτʼ ἔχων (ὡς οὗτός φησι) τὰ τοῦ παιδίου.
βούλομαι δὴ καὶ περὶ τούτων εἰπεῖν· ἐλπίζει γὰρ διὰ τῶν λόγων ἐμοὶ μὲν τινα φθόνον γενήσεσθαι παρʼ ὑμῶν περὶ τῶν προσγεγενημένων χρημάτων, τοῖς δὲ παισὶν ἔλεον, ἂν ἄποροι παρʼ ὑμῖν εἶναι δόξωσιν. οὔκουν ἀγνοῆσαι δεῖ περὶ αὐτῶν ὑμᾶς οὐδέν, ἀλλʼ ἀκριβῶς καὶ ταῦτα μαθεῖν, ἵνʼ εἰδῆθʼ ὅτι ψεύδεται, ὥσπερ καὶ περὶ τῶν ἄλλων ἁπάντων. ἐγὼ γάρ, ὦ ἄνδρες, πάντων 〈ἂν〉[*](ἂνadd. Schoemann.) ὁμολογήσαιμι εἶναι κάκιστος, εἰ Στρατοκλέους ἄπορα τὰ πράγματα καταλιπόντος αὐτὸς εὔπορος ὢν [καὶ] μηδεμίαν ἐπιμέλειαν ποιούμενος φαινοίμην τῶν ἐκείνου παίδων.
εἰ δὲ πλείονα κατέλιπεν αὐτοῖς τὰ ὄντα τῶν ἐμῶν καὶ βεβαιότερα, καὶ ταῦτα τοσαῦτʼ ἐστὶν ὥστε καὶ τὰς θυγατέρας ἐξ αὐτῶν διαθεῖναι καλῶς καὶ τὸν παῖδα ἐκ τῶν λοιπῶν μηδὲν ἧττον εἶναι πλούσιον, ἐπιμελοῦμαί τε τοῦτον τὸν τρόπον αὐτῶν ὥστε καὶ πολλῷ πλείω γενέσθαι τὴν οὐσίαν, εἰκότως μὲν οὐκ ἂν ἔχοιμι μέμψιν, εἰ μὴ τἀμαυτοῦ προστίθημι τούτοις, σώζων δὲ τὰ τούτων καὶ πλείω ποιῶν δικαίως ἂν ἐπαινοίμην. ὅτι δὲ ταῦτα οὕτως ἔχει, ῥᾳδίως ἐπιδείξω.