On the Estate of Hagnias

Isaeus

Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).

Ὑπόθεσις

Ἁγνίας τις εἶχεν ἀνεψιοὺς πολλούς, Θεόπομπον καὶ τὸν ἀδελφὸν αὐτοῦ Στρατοκλέα καὶ Στρατίον[*](τὸadd. Sauppe.) καὶ Εὐβουλίδην. οὗτος μέλλων τελευτᾶν ἐποιήσατο θετὴν ἑαυτῷ[*](ταὐτὰTaylor: ταῦτα.) θυγατέρα, κελεύσας ἐν ταῖς διαθήκαις, εἴ τι πάθοι ἡ θυγάτηρ, ἔρχεσθαι τὸν κλῆρον εἰς Γλαύκωνα, ἀδελφὸν αὐτοῦ τυγχάνοντα ὁμομήτριον. ἐπὶ τούτοις αὐτοῦ τελευτήσαντος ἡ θυγάτηρ λαβοῦσα τὸν κλῆρον ἐτελεύτησεν. ἀποθανόντος δὲ καὶ Εὐβουλίδου ἡ θυγάτηρ αὐτοῦ, τοῦ Εὐβουλίδου, δικασαμένη πρὸς Γλαύκωνα ἔλαβε τὴν οὐσίαν. μετὰ ταῦτα τελευτησάντων καὶ τῶν περὶ τὸν Στρατοκλέα καὶ Στρατίον Θεόπομπος μόνος ἐδικάσατο πρὸς αὐτήν, καὶ ἔλαβε τὸν κλῆρον. πρὸς τοῦτον ὁ υἱὸς τοῦ ἀδελφοῦ αὐτοῦ, Στρατοκλέους, δικάζεται [πρὸς αὐτὸν] διʼ[*](συντομωτέρωςReiske: -ας.) ἐπιτρόπου τινὸς [υἱός], φάσκων ἐξ ἴσου τὰ τῆς κληρονομίας ἁρμόζειν τῷ τε Θεοπόμπῳ καὶ τῷ παιδὶ τοῦ ἀδελφοῦ αὐτοῦ. ἡ στάσις πραγματική.

〈Νόμοι〉

διὰ ταῦθʼ ὑμῖν ἀνέγνων τοὺς νόμους, ὅτι κατὰ τὸν πρῶτον αὐτῶν ἰσχυρίζεται τῷ παιδὶ τοῦ ἡμικληρίου προσήκειν, οὐκ ἀληθῆ λέγων. οὐ γὰρ ἦν ἡμῖν Ἁγνίας ἀδελφός, ὁ δὲ νόμος περὶ ἀδελφοῦ χρημάτων πρῶτον ἀδελφοῖς τε καὶ ἀδελφιδοῖς πεποίηκε τὴν κληρονομίαν, ἂν ὦσιν ὁμοπάτορες· τοῦτο γὰρ ἐγγυτάτω τοῦ τελευτήσαντος 〈τὸ〉 γένος ἐστίν.

ἐὰν δʼ οὗτοι μὴ ὦσι, δεύτερον ἀδελφὰς ὁμοπατρίας καλεῖ καὶ παῖδας τοὺς ἐκ τούτων. ἐὰν δὲ μὴ ὦσι, τρίτῳ γένει δίδωσι τὴν ἀγχιστείαν, ἀνεψιοῖς πρὸς πατρὸς μέχρι ἀνεψιῶν παίδων. ἐὰν δὲ καὶ τοῦτʼ ἐκλείπῃ [εἰς] τὸ γένος, πάλιν ἐπανέρχεται καὶ ποιεῖ τοὺς πρὸς μητρὸς τοῦ τελευτήσαντος κυρίους αὐτῶν, κατὰ ταὐτὰ καθάπερ τοῖς πρὸς πατρὸς ἐξ ἀρχῆς ἐδίδου τὴν κληρονομίαν.

ταύτας ποιεῖ τὰς ἀγχιστείας ὁ νομοθέτης μόνας, συντομωτέρως τοῖς ῥήμασιν ἢ ἐγὼ φράζω· τὴν μέντοι διάνοιαν ὧν βούλεται ταύτῃ δείκνυσιν. ὁ δὲ παῖς οὗτος οὐδὲ καθʼ ἓν τούτων τῶν ὀνομάτων Ἁγνίᾳ προσήκει τῇ ἀγχιστείᾳ, ἀλλʼ ἔξω τῆς συγγενείας ἐστίν. ἵνα δʼ ἀκριβῶς μάθητε περὶ ὧν ψηφιεῖσθε, τοὺς πολλοὺς λόγους ἐάσας οὗτος εἰπάτω ὅ τι ὁ παῖς προσήκει τουτωνὶ τῶν εἰρημένων τῷ τὸν κλῆρον καταλιπόντι· κἂν φανῇ κατά τι προσήκων, ἑκὼν ἐγὼ συγχωρῶ τὸ ἡμικλήριον εἶναι τοῦ παιδός.

εἰ δέ τοι μηδὲν τούτων ἕξει εἰπεῖν, πῶς οὐκ ἐλεγχθήσεται φανερῶς ἐμὲ μὲν συκοφαντῶν, ὑμᾶς δʼ ἐξαπατῆσαι παρὰ τοὺς νόμους ζητῶν; ἀναβιβασάμενος οὖν αὐτὸν ἐναντίον ὑμῶν ἐρωτήσω τὰ ἐν τοῖς νόμοις ὑπαναγιγνώσκων· οὕτω γὰρ εἴσεσθε εἰ προσήκει τῷ παιδὶ τῶν Ἁγνίου χρημάτων ἢ μή. λαβὲ οὖν αὐτοῖς τοὺς νόμους· σὺ δʼ ἀνάβηθι δεῦρο, ἐπειδὴ δεινὸς εἶ διαβάλλειν καὶ τοὺς νόμους διαστρέφειν. σὺ δʼ ἀναγίγνωσκε.

Νόμοι

ἐπίσχες. ἐρωτήσω σέ. ἀδελφός ἐσθʼ ὁ παῖς Ἁγνίου 〈ἢ〉[*](ἢadd. Taylor.) ἀδελφιδοῦς ἐξ ἀδελφοῦ ἢ ἐξ ἀδελφῆς γεγονώς, ἢ ἀνεψιός, ἢ ἐξ ἀνεψιοῦ πρὸς μητρὸς ἢ πρὸς πατρός; τί τούτων τῶν ὀνομάτων, οἷς ὁ νόμος τὴν ἀγχιστείαν δίδωσι; καὶ ὅπως μὴ ἐκεῖνο ἐρεῖς, ὅτι ἐμὸς ἀδελφιδοῦς. οὐ γὰρ περὶ τοῦ ἐμοῦ κλήρου νῦν ὁ λόγος ἐστί· ζῶ γάρ. εἰ δʼ ἦν ἄπαις ἐγὼ τετελευτηκὼς καὶ ἠμφισβήτει τῶν ἐμῶν, τοῦτο ἂν προσῆκεν[*](προσῆκενSchoemann: -ήκη.) ἀποκρίνασθαι ἐρωτωμένῳ. νῦν δὲ φῂς τῶν Ἁγνίου χρημάτων τὸ ἡμικλήριον εἶναι τοῦ παιδός· δεῖ δή σε τῆς ἀγχιστείας, ὅ τι ὁ παῖς Ἁγνίᾳ προσήκει, τὸ γένος εἰπεῖν. φράσον οὖν τουτοισί.

αἰσθάνεσθε ὅτι οὐκ ἔχει τὴν συγγένειαν εἰπεῖν, ἀλλʼ ἀποκρίνεται πάντα μᾶλλον ἢ ὃ δεῖ μαθεῖν ὑμᾶς. καίτοι τόν γε πράττοντά τι δίκαιον οὐ προσῆκεν ἀπορεῖν ἀλλʼ εὐθὺς λέγειν, καὶ μὴ μόνον τοῦτο ποιεῖν, ἀλλὰ καὶ διόμνυσθαι καὶ τοῦ γένους παρέχεσθαι μάρτυρας,[*](μάρτυραςCobet: μαρτυρίας.) ἵνα μᾶλλον [ἂν] ἐπιστεύετο ὑφʼ ὑμῶν. νῦν δʼ ἐφʼ οἷς ἀπόκρισιν οὐ δέδωκεν, οὐ μάρτυρας παρέσχετο, οὐχ ὅρκον ὤμοσεν, οὐ νόμον ἀνέγνωκεν, οἴεται δεῖν ὑμᾶς, ὀμωμοκότας ψηφιεῖσθαι κατὰ τοὺς νόμους, αὐτῷ πειθομένους ἐμοῦ καταγνῶναι ταύτην τὴν εἰσαγγελίαν παρὰ τοὺς νόμους· οὕτω σχέτλιος καὶ ἀναιδὴς ἄνθρωπός ἐστιν.

ἀλλʼ οὐκ ἐγὼ ποιήσω τούτων οὐδέν, ἀλλὰ καὶ τὸ γένος ἐρῶ τοὐμὸν καὶ ὅθεν μοι προσήκει τῆς κληρονομίας, καὶ τὸν παῖδα ἐπιδείξω καὶ τοὺς πρότερον ἀμφισβητήσαντας ἐμοὶ τοῦ κλήρου πάντας ἔξω τῆς ἀγχιστείας ὄντας, ὥσθʼ ὑμᾶς ὁμολογεῖν. ἀνάγκη δʼ ἐστὶν ἐξ ἀρχῆς τὰ συμβεβηκότα εἰπεῖν· ἐκ τούτων γὰρ γνώσεσθε τήν τε ἐμὴν ἀγχιστείαν καὶ ὅτι τούτοις οὐδὲν προσήκει τῆς κληρονομίας.

ἐγὼ γὰρ καὶ Ἁγνίας, ὦ ἄνδρες, καὶ Εὐβουλίδης καὶ Στρατοκλῆς καὶ Στρατίος ὁ τῆς Ἁγνίου μητρὸς ἀδελφὸς ἐξ ἀνεψιῶν ἐσμεν γεγονότες· καὶ γὰρ οἱ πατέρες ἡμῶν ἦσαν ἀνεψιοὶ ἐκ πατραδέλφων. Ἁγνίας οὖν, ὅτε ἐκπλεῖν παρεσκευάζετο πρεσβεύσων ἐπὶ ταύτας τὰς πράξεις αἳ τῇ πόλει συμφερόντως εἶχον, οὐκ ἐφʼ ἡμῖν τοῖς ἐγγύτατα γένους, εἴ τι πάθοι, τὰ ὄντα κατέλιπεν, ἀλλʼ ἐποιήσατο θυγατέρα αὑτοῦ ἀδελφιδῆν· εἰ δέ τι καὶ αὐτὴ πάθοι, Γλαύκωνι τὰ ὄντα ἐδίδου, ἀδελφῷ ὄντι ὁμομητρίῳ· καὶ ταῦτʼ ἐν διαθήκαις ἐνέγραψε.

χρόνων δὲ διαγενομένων μετὰ ταῦτα τελευτᾷ μὲν Εὐβουλίδης, τελευτᾷ δʼ ἡ θυγάτηρ ἣν ἐποιήσατο Ἁγνίας, λαμβάνει δὲ τὸν κλῆρον Γλαύκων κατὰ τὴν διαθήκην. ἡμεῖς δʼ οὐ πώποτʼ ἠξιώσαμεν ἀμφισβητῆσαι πρὸς τὰς ἐκείνου διαθήκας, ἀλλʼ ὠόμεθα δεῖν περὶ τῶν αὑτοῦ τὴν ἐκείνου γνώμην εἶναι κυρίαν, καὶ τούτοις ἐνεμένομεν. ἡ δʼ Εὐβουλίδου θυγάτηρ μετὰ τῶν αὐτῇ συμπραττόντων λαγχάνει τοῦ κλήρου καὶ λαμβάνει νικήσασα τοὺς κατὰ τὴν διαθήκην ἀμφισβητήσαντας, ἔξω μὲν οὖσα τῆς ἀγχιστείας, ἐλπίσασα δʼ (ὡς ἔοικεν) ἡμᾶς πρὸς αὐτὴν οὐκ ἀντιδικήσειν, ὅτι οὐδὲ πρὸς τὰς διαθήκας ἠμφισβητήσαμεν.

ἡμεῖς δέ, ἐγὼ καὶ Στρατίος καὶ Στρατοκλῆς, ἐπειδὴ τοῖς ἐγγύτατα γένους ἐγεγένητο ἐπίδικος ὁ κλῆρος, παρεσκευαζόμεθα[*](παρεσκευαζόμεθαReiske: -άζοντο.) ἅπαντες λαγχάνειν· πρὶν δὲ γενέσθαι τὰς λήξεις τῶν δικῶν ἡμῖν τελευτᾷ μὲν ὁ Στρατίος, τελευτᾷ δʼ ὁ Στρατοκλῆς, λείπομαι δʼ ἐγὼ μόνος τῶν[*](τῶνDobree: τοῦ.) πρὸς πατρὸς ὢν ἀνεψιοῦ παῖς, ᾧ μόνῳ κατὰ τοὺς νόμους ἐγίγνετο ἡ κληρονομία, πάντων ἤδη τῶν ἄλλων ἐκλελοιπότων, οἳ ταὐτὸν ἐμοὶ[*](ταὐτὸν ἐμοὶBekker: ταύτη μοι.) τῇ συγγενείᾳ προσήκοντες ἐτύγχανον.

τῷ δὲ γνώσεσθε τοῦθʼ, ὅτι ἐμοὶ μὲν ἀγχιστεύειν, τοῖς δʼ ἐξ ἐκείνων γεγονόσιν οὐκ ἦν, ἐν οἷς οὗτος ὁ παῖς ἦν; αὐτὸς ὁ νόμος δηλώσει. τὸ μὲν γὰρ εἶναι τὴν ἀγχιστείαν ἀνεψιοῖς πρὸς πατρὸς μέχρι ἀνεψιῶν παίδων ὁμολογεῖται παρὰ πάντων. εἰ δὲ μεθʼ ἡμᾶς δίδωσι τοῖς ἡμετέροις παισί, τοῦτʼ ἤδη σκεπτέον ἐστί. λαβὲ οὖν αὐτοῖς τὸν νόμον καὶ ἀναγίγνωσκε.

Νόμος ἐὰν δὲ μηδεὶς ᾖ πρὸς πατρὸς μέχρι ἀνεψιῶν παίδων, τοὺς πρὸς μητρὸς κυρίους εἶναι κατὰ τὰ αὐτά.

ἀκούετε, ὦ ἄνδρες, ὅτι ὁ νομοθέτης οὐκ εἶπεν, ἐὰν μηδεὶς ᾖ πρὸς πατρὸς μέχρι ἀνεψιῶν παίδων, τοὺς τῶν ἀνεψιαδῶν εἶναι κυρίους, ἀλλὰ ἀπέδωκε τοῖς πρὸς μητρὸς τοῦ τελευτήσαντος, ἂν ἡμεῖς μὴ ὦμεν, τὴν κληρονομίαν ἤδη, ἀδελφοῖς καὶ ἀδελφαῖς καὶ παισὶ τοῖς τούτων καὶ τοῖς ἄλλοις, κατὰ ταὐτὰ[*](ταὐτὰReiske: ταῦτα.) καθάπερ καὶ ἐξ ἀρχῆς ἦν ὑπειρημένον· τοὺς δὲ ἡμετέρους παῖδας ἔξω τῆς ἀγχιστείας ἐποίησεν. οἷς δὲ μηδʼ ἐὰν τετελευτηκὼς ἦν ἐγώ,[*](τετελευτηκὼς ἦν ἐγώDobree: -ηκότες ὦσιν ὡς ἐγώ.) δίδωσιν ὁ νόμος τὴν Ἁγνίου κληρονομίαν, πῶς ἐμοῦ τε ζῶντος καὶ κατὰ τοὺς νόμους ἔχοντος οἴονται αὑτοῖς εἶναι τὴν ἀγχιστείαν; οὐδαμῶς δήπουθεν.

ἀλλὰ μὴν εἰ τούτοις μὴ μέτεστιν, ὧν οἱ πατέρες ταὐτὸν ἐμοὶ προσῆκον, οὐδὲ τούτῳ τῷ παιδὶ γίγνεται· καὶ γὰρ ὁ τούτου πατὴρ ὁμοίως ἦν ἐκείνοις συγγενής. οὔκουν δεινὸν ἐμοὶ μὲν διαρρήδην οὕτω τῶν νόμων δεδωκότων τὴν κληρονομίαν, τούτους δʼ ἔξω τῆς ἀγχιστείας πεποιηκότων, τολμᾶν τουτονὶ συκοφαντεῖν, καὶ διαγωνίσασθαι μέν, ἡνίκʼ ἐγὼ τοῦ κλήρου τὴν δίκην ἐλάγχανον, μὴ οἴεσθαι δεῖν, μηδὲ παρακαταβάλλειν, οὗ περὶ τῶν τοιούτων εἴ τι δίκαιον εἶχεν εἰπεῖν διαγνωσθῆναι προσῆκεν, ἐπὶ δὲ 〈τῷ〉[*](τῷadd. Schoemann.) τοῦ παιδὸς ὀνόματι πράγματʼ ἐμοὶ παρέχειν καὶ περὶ τῶν μεγίστων εἰς κίνδυνον καθιστάναι;

καὶ περὶ μὲν τῶν ὁμολογουμένων εἶναι τοῦ παιδὸς χρημάτων μηδʼ αἰτιᾶσθαί με, μηδʼ ὥς τι εἴληφα ἔχειν εἰπεῖν (ἐφʼ οἷς, εἴ τι αὐτῶν κακῶς διῴκουν ὥσπερ οὗτος, κρίνεσθαι μοι προσῆκεν), ἃ δʼ ὑμεῖς[*](ὑμεῖςAldus: ἡμεῖς.) ἐμὰ εἶναι ἐψηφίσασθε, τῷ βουλομένῳ δόντες ἐξουσίαν ἀμφισβητεῖν αὐτῶν, ἐπὶ τούτοις ἐμοὶ τοιούτους ἀγῶνας παρασκευάζειν καὶ εἰς τοῦτο ἀναισχυντίας ἥκειν;

οἴομαι μὲν οὖν καὶ ἐκ τῶν ἤδη εἰρημένων γιγνώσκεσθαι ὑμῖν ὅτι οὔτʼ ἀδικῶ τὸν παῖδα οὐδὲν οὔτʼ ἔνοχός εἰμι ταύταις ταῖς αἰτίαις οὐδὲ κατὰ μικρόν· ἔτι δὲ ἀκριβέστερον ἡγοῦμαι καὶ ἐκ τῶν ἄλλων ὑμᾶς μαθήσεσθαι, καὶ τὴν ἐμὴν ἐπιδικασίαν, ὡς γέγονεν, ἀκούσαντας περὶ αὐτῶν. ἐμοὶ γάρ, ὦ ἄνδρες, λαχόντι τοῦ κλήρου τὴν δίκην οὔτε οὗτος ὁ νῦν ἐμὲ εἰσαγγέλλων ὠήθη δεῖν παρακαταβάλλειν ὑπὲρ τοῦ παιδός, οὔτε οἱ Στρατίου παῖδες οἱ ταὐτὸ[*](ταὐτὸBekker: τούτω.) τῷ παιδὶ προσήκοντες ... οὔτε διʼ ἄλλο οὐδὲν αὑτοῖς ἐνόμιζον προσήκειν τούτων τῶν χρημάτων·

ἐπεὶ οὐδʼ ἂν οὗτος νῦν ἐμοὶ πράγματα παρεῖχεν, εἰ τὰ τοῦ παιδὸς εἴων ἁρπάζειν καὶ μὴ ἠναντιούμην αὐτῷ. οὗτοι μὲν οὖν, ὥσπερ εἶπον, εἰδότες ὅτι ἔξω ἦσαν τῆς ἀγχιστείας, οὐκ ἠμφισβήτουν ἀλλʼ ἡσυχίαν εἶχον· οἱ δʼ ὑπὲρ τῆς Εὐβουλίδου θυγατρὸς πράττοντες, τῆς τὸ αὐτὸ τῷ παιδὶ καὶ τοῖς Στρατίου παισὶ[*](τὸ αὐτὸ τῷ παιδὶ καὶ τοῖς Στρατίου παισὶBuermann: τὸ αὐτὸ δικαίως τοῦ Στρατίου παιδὶ.) προσηκούσης, καὶ οἱ κύριοι τῆς Ἁγνίου μητρὸς ἦσαν οἷοί [τε] πρὸς ἐμὲ ἀντιδικεῖν.

εἰς τοσαύτας δʼ ἀπορίας κατέστησαν ὅ τι ἀντιγράψωνται περὶ τῆς ἀγχιστείας, ὥστε ἡ μὲν τὸν κλῆρον ἔχουσα καὶ οἱ λέγοντες τὸ περὶ αὐτῆς γένος, ἐπειδὴ κατεψεύσαντο, ῥᾳδίως ὑπʼ ἐμοῦ τότε ἐξηλέγχθησαν οὐκ ἀληθές τι γράψαι τολμήσαντες, οἱ δʼ ὑπὲρ τῆς Ἁγνίου μητρὸς γένει μὲν ἐμοὶ ταὐτὸ προσηκούσης (ἀδελφὴ γὰρ ἦν τοῦ Στρατίου) νόμῳ δὲ ἀποκλειομένης, ὃς κελεύει κρατεῖν τοὺς ἄρρενας, τοῦτο μὲν εἴασαν, οἰόμενοι δʼ ἐμοῦ πλεονεκτήσειν μητέρα εἶναι τοῦ τελευτήσαντος ἔγραψαν· ὃ συγγενέστατον μὲν ἦν τῇ φύσει πάντων, ἐν δὲ ταῖς ἀγχιστείαις ὁμολογουμένως οὐκ ἔστιν.

εἶτα γράψας ἀνεψιοῦ παῖς[*](παῖςEmper: παῖδας.) εἶναι κἀκείνας ἐξελέγξας[*](ἐξελέγξαςReiske: ἐξέλεγξα.) οὐκ οὔσας ἐν ταῖς ἀγχιστείαις, οὕτως ἐπεδικασάμην παρʼ ὑμῖν, καὶ αὐτῶν οὐκ ἴσχυσέ τι[*](τιReiske: τις.) οὔτε τῇ τὸν κλῆρον ἐχούσῃ τὸ προνενικηκέναι τοὺς κατὰ διαθήκην ἀμφισβητήσαντας, οὔτε τῇ ἑτέρᾳ τὸ μητέρα εἶναι τοῦ τὸν κλῆρον καταλιπόντος, ἀλλʼ οὕτως οἱ τότε δικάζοντες καὶ τὸ δίκαιον καὶ τοὺς ὅρκους περὶ πολλοῦ ἐποιήσαντο, ὥστʼ ἐμοὶ τῷ κατὰ τοὺς νόμους ἀμφισβητοῦντι τὴν ψῆφον ἤνεγκαν.

καίτοι εἰ τὰς μὲν νενίκηκα τοῦτον τὸν τρόπον, ἐπιδείξας μηδὲν Ἁγνίᾳ κατʼ ἀγχιστείαν προσηκούσας, οὗτος δὲ μὴ ἐτόλμησεν ἀντιδικῆσαι τῷ παιδὶ τοῦ ἡμικληρίου πρὸς ἡμᾶς,[*](ἡμᾶςReiske: ὑμᾶς.) οἱ δὲ Στρατίου παῖδες οἱ ταὐτὸν τούτῳ προσήκοντες μηδὲ νῦν ἀξιοῦσιν ἀντιδικῆσαι πρὸς ἐμὲ περὶ αὐτῶν, ἔχω δʼ ἐγὼ τὸν κλῆρον ἐπιδικασάμενος παρʼ ὑμῖν, ἐξελέγχω δὲ τοῦτον μηδέπω καὶ τήμερον ἔχοντʼ εἰπεῖν ὅ τι ὁ παῖς Ἁγνίᾳ προσήκει κατʼ ἀγχιστείαν, τί ἔτι δεῖ μαθεῖν ὑμᾶς ἢ 〈τί〉[*](τίadd. Reiske.) ποθεῖτε ἀκοῦσαι περὶ τούτων; ἐγὼ μὲν γὰρ ὡς εὖ φρονοῦσιν ὑμῖν ἱκανὰ τὰ εἰρημένα νομίζω.