On the Estate of Astyphilus
Isaeus
Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
ἅπαντα δὲ ταῦτα μάλιστʼ ἂν εἰδέναι ὅτι γένοιτο,[*](γένοιτοDobree: γένοιντο.) εἰ μὴ ἄνευ τῶν οἰκείων τῶν ἑαυτοῦ τὰς διαθήκας ποιοῖτο, ἀλλὰ πρῶτον μὲν συγγενεῖς παρακαλέσας, ἔπειτα δὲ φράτορας καὶ δημότας, ἔπειτα τῶν ἄλλων ἐπιτηδείων ὅσους δύναιτο πλείστους· οὕτω γὰρ εἴτε κατὰ γένος εἴτε κατὰ δόσιν ἀμφισβητοίη τις, ῥᾳδίως ἂν ἐλέγχοιτο ψευδόμενος.
ὁ τοίνυν Ἀστύφιλος οὐδὲν φαίνεται τοιοῦτον ποιήσας, οὐδὲ παραστησάμενος οὐδένα τούτων ὅτε διέθετο ἃ οὗτοί φασιν, εἰ μή τις ἄρα ὑπὸ τούτων πέπεισται ὁμολογεῖν παρεῖναι. αὐτὸς δʼ ὑμῖν πάντας τούτους μαρτυροῦντας παρέξομαι.