On the Estate of Astyphilus

Isaeus

Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).

Μάρτυρες

ἴσως τοίνυν Κλέων οὑτοσὶ φήσει[*](φήσειNaber: φησιν.) οὐκ εἰκὸς εἶναι τεκμηρίοις ὑμᾶς χρήσασθαι τούτοις τοῖς μάρτυσιν, ὅτι μαρτυροῦσι μὴ εἰδέναι Ἀστύφιλον ταῦτα διατιθέμενον. ἐγὼ δʼ οἶμαι, περί γε διαθηκῶν οὔσης τῆς ἀμφισβητήσεως καὶ περὶ τοῦ ποιηθῆναί τινα ὑὸν Ἀστυφίλῳ, ἡμῖν πολὺ βεβαιοτέραν εἶναι μαρτυρίαν ἣν οἱ ἀναγκαῖοι 〈οἱ〉[*](οἱadd. Sauppe.) ἐκείνου περὶ τῶν μεγίστων μή φασι παραγενέσθαι, μᾶλλον ἢ ἣν οἱ μηδὲν προσήκοντες μαρτυροῦσι παρεῖναι.

καὶ ἐχρῆν δʼ, ὦ ἄνδρες, καὶ αὐτὸν Κλέωνα, μὴ δοκοῦντα εἶναι ἠλίθιον, ὅτε τὸν ὑὸν τὸν τούτου ἐποιεῖτο Ἀστύφιλος καὶ τὰς διαθήκας κατέλειπε, παρακαλέσαι εἴ τέ[*](τέDobree: γέ.) τινα συγγενῆ ἐπιδημοῦντα ἐγίγνωσκε, καὶ τοὺς ἄλλους, ὅτῳ περ ἔμβραχυ[*](περ ἔμβραχυCobet: ἐπιβραχύ περ.) ᾔδει Ἀστύφιλον χρώμενον. κωλῦσαι μὲν γὰρ οὐδεὶς ἂν αὐτὸν ἐδύνατο, ὅτῳ ἐβούλετο, δοῦναι τὰ ἑαυτοῦ· τούτῳ δʼ ἂν μεγάλη μαρτυρία ἦν, ὅτι οὐ λάθρᾳ ταῦτα διέθετο.