On The Estate of Ciron
Isaeus
Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
φέρε δή, καὶ ὡς προσήκει ἐμοὶ μᾶλλον ἢ τούτῳ τῶν Κίρωνος χρημάτων, νῦν ἤδη τοῦτο ἐπιδείξω. καὶ νομίζω μὲν ἁπλῶς καὶ ὑμῖν ἤδη εἶναι φανερὸν ὅτι οὐκ ἐγγυτέρω ταῖς ἀγχιστείαις[*](ταῖς ἀγχιστείαιςEmper: τῆς ἀγχιστείας.) εἰσὶν οἱ μετʼ ἐκείνου φύντες ἢ οἱ ἐξ ἐκείνου γεγονότες (πῶς γάρ; οἱ μὲν γὰρ ὀνομάζονται συγγενεῖς, οἱ δʼ ἔκγονοι τοῦ τελευτήσαντος)· οὐ μὴν ἀλλʼ ἐπειδὴ καὶ οὕτως ἐχόντων τολμῶσιν ἀμφισβητεῖν, καὶ ἐξ αὐτῶν τῶν νόμων ἀκριβέστερον διδάξομεν.
εἰ γὰρ ἔζη μὲν ἡ ἐμὴ μήτηρ, θυγάτηρ δὲ Κίρωνος, μηδὲν δὲ ἐκεῖνος διαθέμενος ἐτελεύτησεν, ἦν δὲ ἀδελφὸς οὗτος αὐτῷ, μὴ ἀδελφιδοῦς, συνοικῆσαι μὲν ἂν τῇ γυναικὶ κύριος ἦν, τῶν δὲ χρημάτων οὐκ ἄν, ἀλλʼ οἱ γενόμενοι παῖδες ἐκ τούτου καὶ ἐξ ἐκείνης, ὁπότε ἐπὶ διετὲς ἥβησαν· οὕτω γὰρ οἱ νόμοι κελεύουσιν. εἰ τοίνυν καὶ ζώσης κύριος αὐτὸς μὴ ἐγένετο τῶν τῆς γυναικός, ἀλλʼ οἱ παῖδες, δῆλον ὅτι καὶ τετελευτηκυίας, ἐπεὶ παῖδας ἡμᾶς καταλέλοιπεν, οὐ τούτοις ἀλλʼ ἡμῖν προσήκει κληρονομεῖν τῶν χρημάτων.
οὐ τοίνυν ἐκ τούτου μόνον, ἀλλὰ καὶ ἐκ τοῦ περὶ τῆς κακώσεως νόμου δῆλόν ἐστιν. εἰ γὰρ ἔζη μὲν ὁ πάππος, ἐνδεὴς δὲ ἦν τῶν ἐπιτηδείων, οὐκ ἂν οὗτος ὑπόδικος[*](ὑπόδικοςScaliger: ἐπίδικος.) ἦν τῆς κακώσεως ἀλλʼ ἡμεῖς. κελεύει γὰρ τρέφειν τοὺς γονέας· γονεῖς δʼ εἰσὶ μήτηρ καὶ πατὴρ καὶ πάππος καὶ τήθη καὶ τούτων μήτηρ καὶ πατήρ, ἐὰν ἔτι ζῶσιν· ἐκεῖνοι γὰρ ἀρχὴ τοῦ γένους εἰσί, καὶ τὰ ἐκείνων παραδίδοται τοῖς ἐκγόνοις[*](ἐκγόνοιςBaiter-Sauppe: ἐγγόνοις.) · διόπερ ἀνάγκη τρέφειν αὐτούς ἐστι, κἂν μηδὲν καταλίπωσι. πῶς οὖν δίκαιόν ἐστιν, ἐὰν μὲν μηδὲν καταλίπωσιν, ἡμᾶς ὑποδίκους εἶναι τῆς κακώσεως, ἢν μὴ τρέφωμεν, εἰ δέ τι καταλελοίπασι, τόνδʼ εἶναι κληρονόμον ἀλλὰ μὴ ἡμᾶς; οὐδαμῶς δήπουθεν.
πρὸς ἕνα δὲ τὸν πρῶτον τῶν συγγενῶν προσάξω, καὶ τοῦ γένους καθʼ ἕκαστον ὑμᾶς ἐρωτήσω· ῥᾷστα γὰρ οὕτω μάθοιτʼ ἄν. Κίρωνος πότερον θυγάτηρ ἢ ἀδελφὸς ἐγγυτέρω τοῦ γένους ἐστί· δῆλον γὰρ ὅτι θυγάτηρ· ἡ μὲν γὰρ ἐξ ἐκείνου γέγονεν, ὁ δὲ μετʼ ἐκείνου. θυγατρὸς δὲ παῖδες ἢ ἀδελφός; παῖδες δήπουθεν· γένος γὰρ ἀλλʼ οὐχὶ συγγένεια τοῦτʼ ἐστίν. εἰ δὴ προέχομεν ἀδελφοῦ τοσοῦτον, ἦ που τοῦδέ γʼ ὄντος[*](τοῦδέ γʼ ὄντοςReiske: τοῦ λέγοντος.) ἀδελφιδοῦ πάμπολυ πρότεροί ἐσμεν.
δέδοικα δὲ μὴ λίαν ὁμολογούμενα λέγων ἐνοχλεῖν ὑμῖν δόξω· πάντες γὰρ ὑμεῖς τῶν πατρῴων, τῶν παππῴων, τῶν ἔτι περαιτέρω κληρονομεῖτε ἐκ γένους παρειληφότες τὴν ἀγχιστείαν ἀνεπίδικον,[*](ἀνεπίδικονReiske: ἐπίδικον.) καὶ οὐκ οἶδʼ εἴ τινι πρὸ τοῦ[*](πρὸ τοῦsched. *eton., Bekker: πρώτω.) πώποτε τοιοῦτος ἀγὼν συμβέβηκεν. ἀναγνοὺς οὖν τὸν τῆς κακώσεως νόμον, ὧν ἕνεκα πάντα[*](πάνταScheibe: τἆλλα.) γίγνεται, καὶ ταῦτʼ ἤδη πειράσομαι διδάσκειν.