On The Estate of Ciron

Isaeus

Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).

Μάρτυρες

οὐ τοίνυν ἐκεῖνος μόνος, ἀλλʼ οὐδὲ ὁ νῦν ἀμφισβητῶν τοῦ κλήρου τοιοῦτον εἶπεν οὐδέν, ἀλλʼ ὑπὸ τούτου παρασκευασθεὶς ἀμφισβητεῖ. κἀκείνου τὸ μὲν παρʼ ἐμοῦ κομισθὲν ἀργύριον οὐκ ἐθελήσαντος ἀπολαβεῖν, παρὰ τούτου δʼ ἀπειληφέναι τῇ ὑστεραίᾳ φάσκοντος, οὐκ ἐκωλυόμην συνθάπτειν ἀλλὰ πάντα συνεποίουν· οὐχ ὅπως τοῦδε ἀναλίσκοντος οὐδὲ Διοκλέους, ἀλλʼ ἐξ ὧν ἐκεῖνος κατέλιπε γιγνομένων τῶν εἰς αὐτὸν ἀναλωμάτων.

καίτοι καὶ τούτῳ προσῆκεν, εἰ μὴ πάππος ἦν μοι Κίρων, ὠθεῖν 〈καὶ〉[*](καὶadd. Scheibe.) ἐκβάλλειν καὶ κωλύειν συνθάπτειν. οὐδὲν γὰρ ὅμοιον ἦν μοι πρὸς τοῦτον· ἐγὼ μὲν γὰρ εἴων αὐτὸν ἀδελφιδοῦν ὄντα τοῦ πάππου ταῦτα πάντα συμποιεῖν, τούτῳ δʼ ἔμʼ οὐ προσῆκεν ἐᾶν, εἴπερ ἀληθῆ ταῦτα ἦν ἅπερ νῦν λέγειν τολμῶσιν.

ἀλλʼ οὕτω τῇ τοῦ πράγματος ἀληθείᾳ κατεπέπληκτο,[*](κατεπέπληκτοM, Aldus: κατα-.) ὥστʼ οὐδʼ ἐπὶ τοῦ σήματος[*](σήματοςPhotiades: βήματος.) ἐμοῦ ποιουμένου λόγους, καὶ κατηγοροῦντος Διοκλέους ὅτι τὰ χρήματα ἀποστερῶν τοῦτόν μοι πέπεικεν ἀμφισβητεῖν, οὐκ ἐτόλμησε γρῦξαι[*](γρῦξαιScaliger: ἐρύξαι.) τὸ παράπαν οὐδὲν οὐδʼ[*](οὐδʼBekker: οὔτʼ.) εἰπεῖν ἃ νῦν τολμᾷ λέγειν. καὶ ταῦθʼ ὅτι ἀληθῆ λέγω, κάλει μοι τούτων τοὺς μάρτυρας.

Μάρτυρες

πόθεν χρὴ πιστεύεσθαι τὰ εἰρημένα; οὐκ ἐκ τῶν μαρτυριῶν; οἶμαί γε. πόθεν δὲ τοὺς μάρτυρας; οὐκ ἐκ τῶν βασάνων; εἰκός γε. πόθεν δʼ ἀπιστεῖν τοῖς τούτων λόγοις; οὐκ ἐκ τοῦ φεύγειν τοὺς ἐλέγχους; ἀνάγκη μεγάλη. πῶς οὖν ἄν τις σαφέστερον ἐπιδείξειε γνησίαν οὖσαν θυγατέρα Κίρωνος τὴν μητέρα τὴν ἐμήν ἢ τοῦτον τὸν τρόπον ἐπιδεικνύς;

τῶν μὲν παλαιῶν ἀκοὴν μαρτυρούντων παρεχόμενος, τῶν δὲ ἔτι ζώντων τοὺς εἰδότας ἕκαστα τούτων, οἳ συνῄδεσαν παρʼ ἐκείνῳ τρεφομένην, θυγατέρα νομιζομένην, δὶς ἐκδοθεῖσαν, δὶς ἐγγυηθεῖσαν, ἔτι δὲ περὶ πάντων τούτους[*](τούτουςAldus: τούτων.) βάσανον ἐξ οἰκετῶν πεφευγότας, οἳ ταῦτα πάντα ᾔδεσαν. ἔγωγε[*](ἔγωγεDobree: ἐγὼ δὲ.) μὰ τοὺς θεοὺς τοὺς Ὀλυμπίους οὐκ ἂν ἔχοιμι πίστεις μείζους τούτων εἰπεῖν, ἀλλʼ ἱκανὰς εἶναι νομίζω τὰς εἰρημένας.