On The Estate of Apollodorus

Isaeus

Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).

Ἀπολλοδώρῳ γὰρ ἦν ὑός, ὃν ἐκεῖνος καὶ ἤσκει καὶ διʼ ἐπιμελείας εἶχεν, ὥσπερ καὶ προσῆκον ἦν. ἕως μὲν οὖν ἐκεῖνος ἔζη, διάδοχον τῆς οὐσίας ἤλπιζεν αὐτὸν καταστήσειν τῆς ἑαυτοῦ· ἐπειδὴ δὲ ἐτελεύτησε νοσήσας τοῦ ἐξελθόντος ἐνιαυτοῦ μηνὸς Μαιμακτηριῶνος, ἐπὶ τοῖς παροῦσιν ἀθυμήσας καὶ τὴν ἡλικίαν τὴν ἑαυτοῦ καταμεμψάμενος οὐκ ἐπελάθετο ὑφʼ ὧν καὶ ἐξ ἀρχῆς εὖ πεπονθὼς ἦν, ἀλλʼ ἐλθὼν ὡς[*](ὡςReiske: εἰς.) τὴν ἐμὴν μητέρα ἑαυτοῦ δὲ ἀδελφήν, ἣν περὶ πλείστου πάντων ἐποιεῖτο, λαβεῖν ἠξίωσέ με ὑὸν καὶ ᾔτησε καὶ ἔτυχεν.

οὕτω δʼ ἐπείσθη ταῦτα ποιῆσαι διὰ ταχέων, ὥστʼ εὐθέως με λαβὼν ᾤχετʼ ἔχων πρὸς αὑτὸν καὶ πάντα τὰ αὑτοῦ διοικεῖν παρέδωκεν, ὡς αὐτὸς μὲν οὐδὲν ἂν ἔτι πρᾶξαι τούτων δυνηθείς, ἐμοῦ δὲ ταῦτα πάντα οἵου τε ἐσομένου ποιεῖν. καὶ ἐπειδὴ Θαργήλια[*](ΘαργήλιαAldus: Θαλγήλια.) ἦν, ἤγαγέ με ἐπὶ τοὺς βωμοὺς εἰς τοὺς γεννήτας τε καὶ φράτορας.