On The Estate of Apollodorus
Isaeus
Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
καίτοι δοκοῦσιν ἐπιγαμίαι καὶ μὴ συγγενεῖς ἄνδρας ἀλλὰ καὶ τοὺς τυχόντας ἀπαλλάττειν μεγάλης διαφορᾶς, ὅταν ἃ περὶ πλείστου ποιοῦνται, ταῦτʼ ἀλλήλοις ἐγχειρίζωσιν. εἴτʼ οὖν Εὔπολις γεγένηται αἴτιος 〈δοῦναι〉[*](δοῦναιadd. Hirschig.) μὴ βουληθείς, εἴτʼ Ἀπολλόδωρος λαβεῖν μὴ ἐθελήσας, τὰς ἔχθρας, ὅτι διέμειναν, τὸ ἔργον δεδήλωκε.
καὶ περὶ μὲν τῆς ἐκείνων διαφορᾶς ἱκανοὺς εἶναι νομίζω καὶ τοὺς εἰρημένους λόγους· οἶδα γὰρ ὅτι καὶ ὑμῶν ὅσοι πρεσβύτεροι μνημονεύουσιν ὅτι ἐγένοντο ἀντίδικοι· τό τε γὰρ μέγεθος τῶν δικῶν, καὶ διότι πολὺ αὐτὸν Ἀρχέδαμος εἷλεν, ἐπιφάνειάν τινα ἐποίησεν. ὡς δὲ ἐμὲ ἐποιήσατο ὑὸν ζῶν αὐτὸς καὶ κύριον τῶν αὑτοῦ κατέστησε καὶ εἰς τοὺς γεννήτας καὶ εἰς τοὺς φράτορας ἐνέγραψε, τούτοις ἤδη μοι τὸν νοῦν προσέχετε, ὦ ἄνδρες.