On the Estate of Philoctemon
Isaeus
Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
τῆς δὲ τούτων οὐσίας, ὦ ἄνδρες, εἰς τὴν πόλιν πλείω ἀναλίσκεται ἢ εἰς αὐτοὺς τούτους. καὶ Φανόστρατος μὲν τετριηράρχηκεν ἑπτάκις ἤδη, τὰς δὲ λῃτουργίας ἁπάσας λελῃτούργηκε καὶ τὰς πλείστας νίκας νενίκηκεν· οὑτοσὶ δὲ Χαιρέστρατος τηλικοῦτος ὢν τετριηράρχηκε, κεχορήγηκε δὲ τραγῳδοῖς, γεγυμνασιάρχηκε δὲ λαμπάδι· καὶ τὰς εἰσφορὰς εἰσενηνόχασιν[*](εἰσενηνόχασινReiske: -ήνοχαν.) ἀμφότεροι πάσας ἐν τοῖς τριακοσίοις. καὶ τέως μὲν δύʼ ὄντες, νῦν δὲ καὶ ὁ νεώτερος οὑτοσὶ χορηγεῖ μὲν τραγῳδοῖς, εἰς δὲ τοὺς τριακοσίους ἐγγέγραπται καὶ εἰσφέρει τὰς εἰσφοράς.
ὥστʼ οὐ φθονεῖσθαί εἰσιν ἄξιοι, ἀλλὰ πολὺ μᾶλλον νὴ Δία καὶ τὸν Ἀπόλλω οὗτοι, εἰ λήψονται ἃ μὴ προσήκει αὐτοῖς. τοῦ γὰρ Φιλοκτήμονος κλήρου ἂν μὲν ἐπιδικάσηται ὅδε, ὑμῖν αὐτὸν ταμιεύσει, τὰ προσταττόμενα λῃτουργῶν ὥσπερ καὶ νῦν καὶ ἔτι μᾶλλον· ἐὰν δʼ οὗτοι λάβωσι, διαφορήσαντες ἑτέροις ἐπιβουλεύσουσι.
δέομαι οὖν ὑμῶν, ὦ ἄνδρες, ἵνα μὴ ἐξαπατηθῆτε, τῇ διαμαρτυρίᾳ τὸν νοῦν προσέχειν περὶ ἧς τὴν ψῆφον οἴσετε· καὶ πρὸς ταύτην αὐτὸν κελεύετε τὴν ἀπολογίαν ποιεῖσθαι, ὥσπερ καὶ ἡμεῖς κατηγορήσαμεν. γέγραπται ὡς οὐκ ἔδωκεν οὐδὲ διέθετο Φιλοκτήμων· τοῦτο ἐπιδέδεικται ψεῦδος ὄν· καὶ γὰρ [ὁ δοὺς καὶ ὁ διαθέμενος καὶ] μαρτυροῦσιν οἱ παραγενόμενοι.
τί ἔτι; τελευτῆσαι ἄπαιδα Φιλοκτήμονα. πῶς οὖν ἄπαις ἦν ὅστις[*](ἄπαις ἦν ὅστιςReiske: ἂν αἴσιμός τις.) τὸν ἑαυτοῦ ἀδελφιδοῦν ὑὸν ποιησάμενος κατέλιπεν, ᾧ ὁμοίως ὁ νόμος τὴν κληρονομίαν ἀποδίδωσι καὶ τοῖς ἐξ αὐτοῦ γενομένοις; καὶ διαρρήδην ἐν τῷ νόμῳ γέγραπται, ἐὰν ποιησαμένῳ παῖδες ἐπιγένωνται, τὸ μέρος ἑκάτερον ἔχειν τῆς οὐσίας καὶ κληρονομεῖν ὁμοίως ἀμφοτέρους.
ὡς οὖν εἰσὶ γνήσιοι οἱ παῖδες οἵδε, τοῦτʼ αὐτὸ ἐπιδεικνύτω, ὥσπερ ἂν ὑμῶν ἕκαστος. οὐ γὰρ ἂν εἴπῃ μητρὸς ὄνομα, γνήσιοί εἰσιν,[*](γνήσιοί εἰσινBekker: γνήσιός ἐστιν.) ἀλλʼ ἐὰν ἐπιδεικνύῃ ὡς ἀληθῆ λέγει, τοὺς συγγενεῖς παρεχόμενος τοὺς εἰδότας συνοικοῦσαν τῷ Εὐκτήμονι 〈καὶ〉[*](καὶadd. Sauppe.) τοὺς δημότας καὶ τοὺς φράτορας, εἴ τι ἀκηκόασι πώποτε ἢ ἴσασιν ὑπὲρ αὐτῆς Εὐκτήμονα λῃτουργήσαντα, ἔτι δὲ ποῦ τέθαπται, ἐν ποίοις μνήμασι,
〈καὶ〉[*](καὶBuermann.) τίς εἶδε τὰ νομιζόμενα ποιοῦντα Εὐκτήμονα· ποῖ δʼ ἔτʼ ἰόντες οἱ παῖδες ἐναγίζουσι καὶ χέονται, καὶ τίς εἶδε ταῦτα τῶν πολιτῶν ἢ τῶν οἰκετῶν 〈τῶν〉[*](τῶνadd. Dobree.) Εὐκτήμονος. ταῦτα γάρ ἐστιν ἔλεγχος[*](ἔλεγχοςAldus: ἔνοχος.) ἅπαντα, καὶ οὐ λοιδορία. καὶ ἐὰν περὶ αὐτοῦ τούτου κελεύητε ἐπιδεικνύναι ὥσπερ καὶ διεμαρτύρησεν, ὑμεῖς τε τὴν ψῆφον ὁσίαν καὶ κατὰ τοὺς νόμους θήσεσθε, τοῖσδέ τε τὰ δίκαια γενήσεται.