On the Estate of Philoctemon
Isaeus
Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
σὺ δʼ οὐ παραγενόμενος διαρρήδην μεμαρτύρηκας ὡς οὐ διέθετο Φιλοκτήμων, ἀλλʼ ἄπαις ἐτελεύτησε. καίτοι πῶς οἷόν τε εἰδέναι, ὦ ἄνδρες; ὅμοιον γὰρ ὥσπερ ἂν εἰ φαίη εἰδέναι, καὶ μὴ παραγενόμενος, ὅσα ὑμεῖς πάντες πράττετε. οὐ γὰρ δὴ τοῦτό γε ἐρεῖ, καίπερ ἀναίσχυντος ὤν, ὡς ἅπασι παρεγένετο καὶ πάντʼ οἶδεν ὅσα Φιλοκτήμων ἐν τῷ βίῳ διεπράξατο.
πάντων γὰρ αὐτὸν ἐκεῖνος ἔχθιστον ἐνόμιζε διά 〈τε〉[*](τεadd. Aldus.) τὴν ἄλλην πονηρίαν, καὶ διότι τῶν συγγενῶν μόνος μετὰ τῆς Ἀλκῆς ἐκείνης τούτῳ καὶ τοῖς ἄλλοις συνεπιβουλεύσας τοῖς τοῦ Εὐκτήμονος χρήμασι τοιαῦτα διεπράξατο, οἷά περ ὑμῖν ἀπέδειξα.
πάντων δὲ μάλιστα ἀγανακτῆσαί ἐστιν ἄξιον, ὅταν οὗτοι καταχρῶνται τῷ Εὐκτήμονος ὀνόματι τοῦ τουδὶ πάππου.[*](τοῦ τουδὶ πάππουReiske: τῷ τουδὶ πάππῳ.) εἰ γάρ, ὡς οὗτοι λέγουσι, τῷ μὲν Φιλοκτήμονι μὴ ἐξῆν διαθέσθαι, τοῦ δʼ Εὐκτήμονός ἐστιν ὁ κλῆρος, πότερον δικαιότερον τῶν Εὐκτήμονος κληρονομεῖν τὰς ἐκείνου θυγατέρας, ὁμολογουμένως οὔσας γνησίας, καὶ ἡμᾶς τοὺς ἐκ τούτων γεγονότας, ἢ τοὺς οὐδὲν προσήκοντας, οἳ οὐ μόνον ὑφʼ[*](ὑφʼBekker: ἐξ.) ἡμῶν ἐλέγχονται,
ἀλλὰ καὶ ἐξ ὧν αὐτοὶ ἐπίτροποι διαπεπραγμένοι εἰσί; τοῦτο γὰρ ὑμῶν δέομαι καὶ ἱκετεύω σφόδρα μεμνῆσθαι, ὦ ἄνδρες, ὅπερ ὀλίγῳ πρότερον ἀπέδειξα ὑμῖν, ὅτι Ἀνδροκλῆς οὑτοσὶ φησὶ[*](φησὶAldus: φήσει.) μὲν εἶναι ἐπίτροπος αὐτῶν ὡς ὄντων γνησίων Εὐκτήμονος, εἴληχε δʼ αὐτὸς[*](αὐτὸςReiske: αὐτοῖς.) [ἐφʼ] ἑαυτῷ τοῦ Εὐκτήμονος κλήρου καὶ τῆς θυγατρὸς αὐτοῦ ὡς οὔσης ἐπικλήρου· καὶ ταῦτα μεμαρτύρηται ὑμῖν.
καίτοι πῶς οὐ δεινόν, ὦ ἄνδρες, πρὸς θεῶν Ὀλυμπίων, εἰ μὲν οἱ παῖδές εἰσι γνήσιοι, τὸν ἐπίτροπον ἑαυτῷ λαγχάνειν τοῦ Εὐκτήμονος κλήρου καὶ τῆς θυγατρὸς αὐτοῦ ὡς οὔσης ἐπιδίκου, εἰ δὲ μή εἰσι γνήσιοι, νῦν διαμεμαρτυρηκέναι ὡς εἰσὶ γνήσιοι; ταῦτα γὰρ αὐτὰ ἑαυτοῖς ἐναντία ἐστίν.[*](ἐστίνM, Bekker: εἰσὶν.) ὥστʼ οὐ μόνον ὑφʼ ἡμῶν ἐλέγχεται τὰ ψευδῆ διαμεμαρτυρηκώς, ἀλλὰ καὶ ἐξ ὧν αὐτὸς πράττει.
καὶ τούτῳ μὲν οὐδεὶς διαμαρτυρεῖ μὴ ἐπίδικον εἶναι τὸν κλῆρον, ἀλλʼ εὐθυδικίᾳ εἰσιέναι 〈ἐξῆν〉,[*](ἐξῆνadd. Thalheim.) οὗτος δʼ ἅπαντας ἀποστερεῖ τῆς ἀμφισβητήσεως. καὶ διαρρήδην μαρτυρήσας γνησίους τοὺς παῖδας εἶναι, οἴεται ἐξαρκέσειν ὑμῖν παρεκβάσεις, ἐὰν δὲ τοῦτο μὲν μηδʼ ἐγχειρήσῃ ἐπιδεικνύναι ἢ καὶ κατὰ μικρόν τι ἐπιμνησθῇ, ἡμῖν δὲ λοιδορήσηται[*](λοιδορήσηταιAldus: -εται.) μεγάλῃ τῇ φωνῇ καὶ λέγῃ[*](λέγῃAldus: λέγει.) ὡς εἰσὶν οἵδε μὲν πλούσιοι αὐτὸς δὲ πένης, διὰ δὲ ταῦτα δόξειν τοὺς παῖδας εἶναι γνησίους.