On the Estate of Dicaeogenes
Isaeus
Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
τῶν δʼ ἐπιτηδείων Μέλανα μὲν τὸν Αἰγύπτιον, ᾧ ἐκ μειρακίου φίλος ἦν, ὅπερ ἔλαβε παρʼ αὐτοῦ ἀργύριον ἀποστερήσας, ἔχθιστός ἐστι· τῶν δὲ ἄλλων αὐτοῦ φίλων οἱ μὲν οὐκ ἀπέλαβον ἃ ἐδάνεισαν, οἱ δʼ ἐξηπατήθησαν, καὶ οὐκ ἔλαβον ἃ ὑπέσετο αὐτοῖς, εἰ ἐπιδικάσαιτο τοῦ κλήρου, δώσειν.
καίτοι, ὦ ἄνδρες, οἱ ἡμέτεροι πρόγονοι οἱ ταῦτα κτησάμενοι καὶ καταλιπόντες πάσας μὲν χορηγίας ἐχορήγησαν, εἰσήνεγκαν δὲ εἰς τὸν πόλεμον χρήματα πολλὰ ὑμῖν, καὶ τριηραρχοῦντες οὐδένα χρόνον διέλιπον. καὶ τούτων μαρτύρια ἐν τοῖς ἱεροῖς ἀναθήματα ἐκεῖνοι ἐκ τῶν περιόντων, μνημεῖα τῆς αὑτῶν ἀρετῆς, ἀνέθεσαν, τοῦτο μὲν ἐν Διονύσου τρίποδας, οὓς χορηγοῦντες καὶ νικῶντες ἔλαβον, τοῦτο δʼ ἐν Πυθίου·
ἔτι δʼ ἐν ἀκροπόλει ἀπαρχὰς τῶν ὄντων ἀναθέντες πολλοῖς, ὡς ἀπὸ ἰδίας κτήσεως, ἀγάλμασι χαλκοῖς καὶ λιθίνοις κεκοσμήκασι τὸ ἱερόν. αὐτοὶ δʼ ὑπὲρ τῆς πατρίδος πολεμοῦντες ἀπέθανον, Δικαιογένης μὲν ὁ Μενεξένου τοῦ ἐμοῦ πάππου πατὴρ στρατηγῶν ὅτε ἡ ἐν Ἐλευσῖνι μάχη ἐγένετο, Μενέξενος δʼ ὁ ἐκείνου ὑὸς φυλαρχῶν τῆς Ὀλυνθίας[*](ὈλυνθίαςPalmer: Ὀλυσίας.) ἐν Σπαρτώλῳ, Δικαιογένης δὲ ὁ Μενεξένου τριηραρχῶν τῆς Παράλου ἐν Κνίδῳ.
τὸν μὲν τούτων[*](τούτωνWyse: τοῦτον.) οἶκον σύ, ὦ Δικαιόγενες, παραλαβὼν κακῶς καὶ αἰσχρῶς διολώλεκας, καὶ ἐξαργυρισάμενος πενίαν ὀδύρῃ, ποῖ[*](ποῖBekker: ποῦ.) ἀναλώσας; οὔτε γὰρ εἰς τὴν πόλιν οὔτε εἰς τοὺς φίλους φανερὸς[*](φανερὸςScaliger: φανερῶς.) εἶ δαπανηθεὶς οὐδέν. ἀλλὰ μὴν οὔτε[*](οὔτεscripsi: οὐδὲ.) καθιπποτρόφηκας· οὐ γὰρ πώποτε ἐκτήσω ἵππον πλείονος ἄξιον ἢ τριῶν μνῶν· οὔτε κατεζευγοτρόφηκας, ἐπεὶ οὐδὲ ζεῦγος ἐκτήσω ὀρικὸν οὐδεπώποτε ἐπὶ τοσούτοις ἀγροῖς καὶ κτήμασιν. ἀλλʼ οὐδʼ ἐκ τῶν πολεμίων ἐλύσω οὐδένα.
ἀλλʼ οὐδὲ τὰ ἀναθήματα, ἃ Μενέξενος τριῶν ταλάντων ποιησάμενος ἀπέθανε πρὶν ἀναθεῖναι, εἰς πόλιν κεκόμικας, ἀλλʼ ἐν τοῖς λιθουργείοις[*](λιθουργείοιςStephanus: -γίοις.) ἔτι καλινδεῖται,[*](καλινδεῖταιCobet: κυλ-.) καὶ αὐτὸς μὲν ἠξίους κεκτῆσθαι ἅ σοι οὐδὲν προσῆκε χρήματα, τοῖς δὲ θεοῖς οὐκ ἀπέδωκας ἃ ἐκείνων ἐγίγνετο ἀγάλματα.
διὰ τί οὖν ἀξιώσεις σου τοὺς δικαστὰς ἀποψηφίσασθαι, ὦ Δικαιόγενες; πότερον ὅτι πολλὰς λῃτουργίας λελῃτούργηκας τῇ πόλει, καὶ πολλὰ χρήματα δαπανήσας σεμνοτέραν τὴν πόλιν τούτοις ἐποίησας; ἢ ὡς τριηραρχῶν πολλὰ κακὰ τοὺς πολεμίους εἰργάσω, καὶ εἰσφορὰς δεομένῃ τῇ πατρίδι εἰς τὸν πόλεμον εἰσενεγκὼν μεγάλα ὠφέληκας; ἀλλʼ οὐδέν σοι τούτων πέπρακται.
ἀλλʼ ὡς στρατιώτης ἀγαθός; ἀλλʼ οὐκ ἐστράτευσαι τοσούτου καὶ τοιούτου γενομένου πολέμου, εἰς ὃν Ὀλύνθιοι μὲν καὶ νησιῶται ὑπὲρ τῆσδε τῆς γῆς ἀποθνῄσκουσι μαχόμενοι τοῖς πολεμίοις, σὺ δέ, ὦ Δικαιόγενες, πολίτης ὢν οὐδʼ ἐστράτευσαι. ἀλλʼ ἴσως διὰ τοὺς προγόνους ἀξιώσεις μου πλέον ἔχειν, ὅτι τὸν τύραννον ἀπέκτειναν. ἐγὼ δʼ ἐκείνους μὲν ἐπαινῶ, σοὶ δὲ οὐδὲν ἡγοῦμαι τῆς ἐκείνων ἀρετῆς μετεῖναι.
πρῶτον μὲν γὰρ εἵλου ἀντὶ τῆς ἐκείνων δόξης τὴν ἡμετέραν οὐσίαν κτήσασθαι, καὶ ἐβουλήθης μᾶλλον Δικαιογένους καλεῖσθαι ὑὸς ἢ Ἁρμοδίου, ὑπεριδὼν μὲν τὴν ἐν Πρυτανείῳ σίτησιν, καταφρονήσας δὲ προεδριῶν[*](προεδριῶνM, Aldus: -ρειῶν.) καὶ ἀτελειῶν, ἃ τοῖς ἐξ ἐκείνων γεγονόσι δέδοται. ἔτι δὲ ὁ Ἀριστογείτων ἐκεῖνος καὶ Ἁρμόδιος οὐ διὰ τὸ γένος ἐτιμήθησαν ἀλλὰ διὰ τὴν ἀνδραγαθίαν, ἧς σοι οὐδὲν μέτεστιν, ὦ Δικαιόγενες.