On the Estate of Dicaeogenes
Isaeus
Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
καὶ οἱ διαιτηταὶ ἔφασαν, εἰ μὲν ἀνώμοτοι δύναιντʼ [ἂν] ἡμᾶς διαλλάξαι, οὕτω ποιήσειν, εἰ δὲ μή, καὶ αὐτοὶ ὀμόσαντες ἀποφανεῖσθαι ἃ δίκαια ἡγοῦνται εἶναι. ἀνακρίναντες δὲ ἡμᾶς πολλάκις καὶ πυθόμενοι τὰ πραχθέντα οἱ διαιτηταί, οἱ μὲν δύο οὓς ἐγὼ προὐβαλόμην,[*](προὐβαλόμηνReiske: προύβαλον.) Διότιμος καὶ Μελάνωπος,[*](ΜελάνωποςAldus: -οπος.) ἤθελον καὶ ἀνώμοτοι καὶ ὀμόσαντες ἀποφήνασθαι ἃ ἐγίγνωσκον ἀληθέστατα ἐκ τῶν λεγομένων, οὓς δὲ Λεωχάρης προὐβάλετο, οὐκ ἔφασαν ἀποφανεῖσθαι.
καίτοι Διοπείθης ὁ ἕτερος τῶν διαιτητῶν Λεωχάρει μὲν ἦν τουτῳὶ[*](τουτωὶScheibe: τούτῳ.) κηδεστής, ἐμὸς δʼ ἐχθρὸς καὶ ἀντίδικος ἐξ ἑτέρων συμβολαίων· Δημάρατος δὲ ὁ μετʼ αὐτοῦ Μνησιπτολέμῳ τῷ ἐγγυησαμένῳ Δικαιογένην[*](ΔικαιογένηνBekker: -νει.) μετὰ Λεωχάρους ἦν ἀδελφός. οὗτοι μέντοι οὐκ ἠθέλησαν ἀποφήνασθαι, ὁρκώσαντες ἡμᾶς ἦ μὴν ἐμμενεῖν οἷς [ἂν] αὐτοὶ γνοῖεν. καὶ τούτων ὑμῖν μάρτυρας παρέξομαι.
Μάρτυρες
οὔκουν δεινὸν εἰ δεήσεται ὑμῶν, ὦ ἄνδρες, Λεωχάρης ἀποψηφίσασθαι ἃ Διοπείθης κηδεστὴς ὢν αὐτοῦ κατεψηφίσατο; ἢ ὑμῖν πῶς καλὸν ἀπογνῶναι Λεωχάρους ἅ γε οὐδʼ οἱ προσήκοντες αὐτοῦ ἀπέγνωσαν[*](ἀπέγνωσανReiske: ἂν ἔγνωσαν.); δέομαι οὖν ὑμῶν καταψηφίσασθαι Λεωχάρους, ἵνʼ ἃ ἡμῖν οἱ πρόγονοι κατέλιπον κομισώμεθα, καὶ μὴ μόνον τὰ ὀνόματα αὐτῶν ἔχωμεν ἀλλὰ καὶ τὰ χρήματα. τῶν δὲ Λεωχάρους ἰδίων οὐκ ἐπιθυμοῦμεν.[*](ἐπιθυμοῦμενM, Aldus: ἐπεθ-.)
Δικαιογενην γάρ, ὦ ἄνδρες, οὔτʼ ἐλεεῖν ἐστε δίκαιοι 〈ὡς〉[*](ὡςadd. Bekker.) κακῶς πράττοντα καὶ πενόμενον, οὔτʼ εὖ ποιεῖν ὡς ἀγαθόν τι εἰργασμένον τὴν πόλιν· οὐδέτερα γὰρ αὐτῷ τούτων ὑπάρχει, ὡς ἐγὼ ἀποφανῶ,[*](ἀποφανῶReiske: ἀποφαίνω.) ὦ ἄνδρες. ἅμα δὲ καὶ πλούσιον καὶ πονηρότατον αὐτὸν ὄντα ἀνθρώπων ἀποδείξω καὶ εἰς τὴν πόλιν καὶ εἰς τοὺς προσήκοντας καὶ εἰς τοὺς φίλους. οὗτος γὰρ παραλαβὼν τὸν κλῆρον παρʼ ὑμῶν[*](ὑμῶνDobree: ἡμῶν.) φέροντα μίσθωσιν τοῦ ἐνιαυτοῦ ὀγδοήκοντα μνᾶς, καρπωσάμενος αὐτὸν δέκα ἔτη οὔτε ἀργύριον ὁμολογεῖ[*](ὁμολογεῖBekker: ὡμολόγει.) κεκτῆσθαι οὔτε ὅποι ἀνήλωσεν ἔχοι ἂν ἐπιδεῖξαι, ὦ ἄνδρες.
ἄξιον δὲ καὶ ὑμῖν λογίσασθαι. οὗτος γὰρ τῇ μὲν φυλῇ εἰς Διονύσια χορηγήσας τέταρτος ἐγένετο, τραγῳδοῖς δὲ καὶ πυρριχισταῖς[*](πυρριχισταῖςPalmer: -χυέταις.) ὕστατος· ταύτας δὲ μόνας ἀναγκασθεὶς 〈τὰς〉[*](τὰςadd. Reiske.) λῃτουργίας λειτουργῆσαι ἀπὸ τοσαύτης προσόδου οὕτω καλῶς ἐχορήγησεν. ἀλλὰ μὴν τριηράρχων τοσούτων κατασταθέντων οὔτʼ αὐτὸς ἐτριηράρχησεν οὔθʼ ἑτέρῳ συμβέβληται[*](συμβέβληταιFuhr: -βέβληκεν.) ἐν τοιούτοις καιροῖς, ἀλλʼ ἕτεροι[*](ἕτεροιReiske: ἕτερος.) μὲν οὐσίαν κεκτημένοι ἐλάττω ἢ οὗτος μίσθωσιν λαμβάνει τριηραρχοῦσι.
καίτοι, ὦ ἄνδρες, οὐχ ὁ πατὴρ αὐτῷ τὴν πολλὴν οὐσίαν κατέλιπεν, ἀλλʼ ὑμεῖς ἔδοτε τῇ ψήφῳ· ὥστε εἰ καὶ μὴ πολίτης ἦν, διά γε τοῦτο δίκαιος ἦν τὴν πόλιν εὖ ποιεῖν. εἰσφορῶν τοίνυν τοσούτων γεγενημένων πᾶσι τοῖς πολίταις εἰς τὸν πόλεμον καὶ τὴν σωτηρίαν τῆς πόλεως Δικαιογένης οὐκ ἔστιν ἥντινα εἰσενήνοχε· πλὴν ὅτε Λέχαιον[*](ΛέχαιονReiske: λεχίον.) ἑάλω, κληθεὶς ὑπὸ ἑτέρου ἐπέδωκεν ἐν τῷ δήμῳ τριακοσίας δραχμάς, ἔλαττον ἢ Κλεώνυμος ὁ Κρής·
καὶ τοῦτο ἐπέδωκεν, οὐκ εἰσήνεγκεν, ἀλλʼ ἐπʼ αἰσχίστῳ ἐπιγράμματι[*](ἐπιγράμματιAldus: ὑπογρ-.) ἐξετέθη[*](ἐξετέθηSchoemann: ἐξ ἑτέρου.) αὐτοῦ τοὔνομα ἔμπροσθεν τῶν ἐπωνύμων, ὅτι οἵδε[*](οἵδεBekker: εἶδεν.) εἰς σωτηρίαν τῆς πόλεως ὑποσχόμενοι τῷ δήμῳ εἰσοίσειν χρήματα ἐθελονταὶ οὐκ εἰσήνεγκαν. καίτοι τοι πῶς ἄξιον θαυμάζειν, ὦ ἄνδρες, εἰ ἐμὲ ἐξηπάτησεν ἕνα ὄντα, ὃς ὑμᾶς ἅπαντας ἅμα συνειλεγμένους ἐν τῇ ἐκκλησίᾳ τοιαῦτα ἐποίησε; καὶ τούτων ὑμῖν τοὺς μάρτυρας παρέξομαι.
Μάρτυρες
εἰς μὲν τὴν πόλιν οὕτω καὶ τοσαῦτα λελῃτούργηκε Δικαιογένης ἀπὸ τοσούτων χρημάτων·
περὶ δὲ τοὺς προσήκοντας τοιοῦτός ἐστιν οἷον ὁρᾶτε, ὥστε τοὺς μὲν ἡμῶν ἀφείλετο τὴν οὐσίαν, ὅτι μεῖζον[*](μεῖζονAldus: μείζων.) ἐδυνήθη, τοὺς δὲ περιεώρα εἰς τοὺς μισθωτοὺς ἰόντας διʼ ἔνδειαν τῶν ἐπιτηδείων. τὴν δὲ μητέρα [τὴν] αὐτοῦ καθημένην ἐν τῷ τῆς Εἰλειθυίας ἱερῷ πάντες ἑώρων, καὶ τούτῳ ἐγκαλοῦσαν ἃ ἐγὼ αἰσχύνομαι λέγειν, οὗτος δὲ ποιῶν οὐκ ᾐσχύνετο.