Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

τεκμαιρόμενοι τὴν φύσιν. ὡς δὲ διέβησαν ἀκωλύτως μηδενὸς ἐμποδὼν γενομένου, καταβαίνοντες ἐς τὸ ἰσόπεδον ἤδη ἀνεθάρρησάν τε καὶ ἐπαιάνισαν: ῥᾷστά

p.190
τε αὑτῷ πάντα προχωρήσειν ὁ Μαξιμῖνος ἤλπισεν Ἰταλῶν μηδὲ ταῖς δυσχωρίαις τεθαρρηκότων, ἔνθα ἢ κρύπτειν ἑαυτοὺς καὶ σώζειν ἠδύναντο ἢ δἰ ἐνέδρας ἐπιβουλεῦσαι, μάχεσθαί τε ἄνωθεν ἐξ ὑπερκειμένων

χωρίων. γενομένων δὲ αὐτῶν ἐν τῷ πεδίῳ, οἱ σκοποὶ ἀπήγγειλαν πόλιν Ἰταλίας τὴν μεγίστην, Ἀκυληίαν δὲ καλουμένην, κεκλεῖσθαι, τὰς δὲ προπεμφθείσας φάλαγγας τῶν Παιόνων προθύμως μὲν τειχομαχῆσαι, πολλάκις δὲ προσβαλούσας ἀνύειν οὐδέν, ἀπαγορεύειν δὲ καὶ ἀναχωρεῖν βαλλομένους λίθοις τε καὶ δόρασι τόξων τε πλήθει. ὁ δὲ Μαξιμῖνος ἀγανακτήσας πρὸς τοὺς στρατηγοὺς τῶν Παιόνων ὡς ἀμελέστερον μαχομένους, αὐτὸς σὺν τῷ στρατῷ ἠπείγετο, ἐλπίζων ῥᾷστα αἱρήσειν τὴν πόλιν.

ἡ δὲ Ἀκυληία καὶ πρότερον μέν, ἅτε μεγίστη πόλις, ἰδίου δήμου πολυάνθρωπος ἦν, καὶ ὥσπερ τι ἐμπόριον Ἰταλίας ἐπὶ θαλάττῃ προκειμένη καὶ πρὸ τῶν Ἰλλυρικῶν ἐθνῶν πάντων ἱδρυμένη τά τε ἀπὸ τῆς ἠπείρου διὰ γῆς ἢ ποταμῶν κατακομιζόμενα παρεῖχεν ἐμπορεύεσθαι τοῖς πλέουσι, τά τε ἀπὸ θαλάττης τοῖς ἠπειρώταις ἀναγκαῖα, ὧν ἡ παῤ ἐκείνοις χώρα διὰ χειμῶνος οὐκ ἦν εὔφορος, ἀνέπεμπεν ἐς τὴν ἄνω γῆν: πρὸς οἶνόν τε μάλιστα πολύγονον χώραν γεωργοῦντες ἀφθονίαν ποτοῦ παρεῖχον τοῖς ἄμπελον μὴ

γεωργοῦσιν. ἔνθεν πολύ τι πλῆθος ἐπεδήμει οὐ πολιτῶν μόνον ἀλλὰ ξένων τε καὶ ἐμπόρων. τότε δὲ μᾶλλον ἐπολυπλασιάσθη τὸ πλῆθος, τῶν ὄχλων πάντων ἐξ ἀγρῶν ἐκεῖσε συρρεόντων, πολίχνας τε καὶ κώμας τὰς περικειμένας καταλιπόντων, πιστευσάντων δὲ αὑτοὺς τῷ τε μεγέθει τῆς πόλεως καὶ τῷ προβεβλημένῳ τείχει, ὃ παλαιότατον ἐκ τοῦ πλείστου μέρους πρότερον μὲν κατερήριπτο, ἅτε μετὰ τὴν Ῥωμαίων

p.191
ἀρχὴν μηκέτι τῶν ἐν Ἰταλίᾳ πόλεων ἢ τειχῶν ἢ ὅπλων δεηθεισῶν, μετειληφυιῶν δὲ ἀντὶ πολέμων εἰρήνην βαθεῖαν καὶ τῆς παρὰ Ῥωμαίοις πολιτείας

κοινωνίαν: πλὴν τότε ἡ χρεία ἤπειξε τὸ τεῖχος ἀνανεώσασθαι τά τ̓ ἐρείπια ἀνοικοδομῆσαι, πύργους τε καὶ ἐπάλξεις ἐγεῖραι. τάχιστα οὖν φράξαντες τῷ τείχει τὴν πόλιν, τάς τε πύλας κλείσαντες, πανδημεὶ ἐπὶ τῶν τειχῶν νύκτωρ τε καὶ μεθ̓ ἡμέραν ἱδρυμένοι τοῖς προσιοῦσιν ἀπεμάχοντο. ἐστρατήγουν δὲ αὐτῶν καὶ πάντα εἶχον διὰ φροντίδος ἄνδρες δύο, ἀπὸ ὑπατείας μέν, ἐπιλεχθέντες δὲ ὑπὸ τῆς συγκλήτου: ὧν ὃ

μὲν Κρισπῖνος ὃ δὲ Μηνίφιλος ἐκαλεῖτο. καὶ μετὰ πολλῆς προνοίας τά τε ἐπιτήδεια πάμπλειστα εἰσεκομίσαντο, ὡς ἐκτένειαν εἶναι, εἰ καὶ ἐπιμηκεστέρα γένοιτο πολιορκία. ἦν δὲ καὶ ὕδατος ἀφθονία φρεατιαίου: πολλὰ γὰρ τὰ ὀρύγματα ἐν τῇ πόλει: ποταμός τε παραρρεῖ τὸ τεῖχος, ὁμοῦ παρέχων τε προβολὴν τάφρου καὶ χορηγίαν ὕδατος.