Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

Τὰ μὲν δὴ Μαξιμίνῳ πραχθέντα μετὰ τὴν Γορδιανοῦ τελευτήν, ἥ τε εἰς Ἰταλίαν ἄφιξις αὐτοῦ, Λιβύης τε ἀπόστασις καὶ ἡ ἐν Ῥώμῃ τῶν στρατιωτῶν πρὸς τὸν δῆμον διαφορὰ ἐν τοῖς πρὸ τούτων λέλεκται: ὁ δὲ Μαξιμῖνος ἐπιστὰς τοῖς ὅροις προύπεμψε σκοποὺς τοὺς ἐρευνήσοντας μή τινες ἐνέδραι ἐν κοιλάσιν

ὀρῶν ἢ λόχμαις ὕλαις τε κρύφιοι εἶεν. αὐτός τε καταγαγὼν ἐς τὸ πεδίον τὸν στρατόν, τὰς μὲν τῶν ὁπλιτῶν φάλαγγας ἐς τετράγωνα ἔταξε σχήματα, ἐπιμήκεις μᾶλλον ἢ βαθείας, ὡς ἂν πλεῖστον τοῦ πεδίου διαλάβοιεν: τὰ δὲ σκευοφόρα πάντα κτήνη τε καὶ ὀχήματα ἐν μέσῳ τάξας, αὐτὸς ἅμα τοῖς δορυφόροις

ὀπισθοφυλακῶν εἵπετο. ἑκατέρωθεν δὲ παρέθεον αἵ τε τῶν καταφράκτων ἱππέων ἶλαι καὶ Μαυρούσιοι ἀκοντισταὶ τοξόται τε οἱ ἀπὸ τῆς ἀνατολῆς. καὶ Γερμανῶν ἱππέων μέγα τι πλῆθος ἐπήγετο συμμάχους: ἐκείνους γὰρ μάλιστα προυβάλλετο, ἵν̓ ἐκδέχωνται τῶν πολεμίων τὰς πρώτας ἐμβολάς, θυμοειδεῖς ὄντες καὶ εὔτολμοι ἐν ἀρχομένῃ μάχῃ, εἰ δ̓ ἄρα καὶ κινδυνεύειν

δέοι, εὐκαταφρόνητοι ὡς βάρβαροι. ὡς δὲ πᾶν τὸ πεδίον διῆλθεν ὁ στρατὸς μετ̓ εὐκοσμίας τε καὶ

p.189
εὐταξίας, ἐπέστησαν πρώτῃ Ἰταλίας πόλει ἣν καλοῦσιν Ἡμᾶν οἱ ἐπιχώριοι: πρόκειται δὲ αὕτη ἐπ̓ ἀκροτάτῳ πεδίῳ ἱδρυμένη πρὸ τῆς ὑπωρείας τῶν Ἄλπεων. ἔνθα ὑπαντώμενοι τῷ Μαξιμίνῳ οἱ προφύλακες καὶ σκοποὶ τοῦ στρατοῦ ἤγγειλαν κενὴν ἀνθρώπων εἶναι τὴν πόλιν, πανδημεί τε πεφευγέναι ἐμπρήσαντας τὰς θύρας ἱερῶν τε καὶ οἰκιῶν, πάντα τε, ὅσα ἦν ἐν τῇ πόλει ἢ τοῖς ἀγροῖς, ἃ μὲν ἐκφορήσαντας ἃ δὲ καταπρήσαντας, καὶ μήτε ὑποζυγίοις μήτε ἀνθρώποις καταλελεῖφθαι

τροφάς. ὁ δὲ Μαξιμῖνος ἥσθη μὲν ἐπὶ τῇ τῶν Ἰταλιωτῶν εὐθὺς φυγῇ, ἐλπίζων πάντας τοὺς δήμους τοῦτο ποιήσειν οὐχ ὑπομένοντας τὴν ἔφοδον αὐτοῦ: ὁ δὲ στρατὸς ἤχθετο εὐθὺς ἐν ἀρχῇ λιμοῦ πειρώμενος. διανυκτερεύσαντες οὖν οἳ μὲν ἐν τῇ πόλει ἐν ἀθύροις καὶ κεναῖς πάντων οἰκίαις, οἳ δ̓ ἐν τῷ πεδίῳ, ἅμα ἡλίῳ ἀνίσχοντι ἐπὶ τὰς Ἄλπεις ἠπείγοντο, ἅπερ ὄρη ὑπερμήκη ὥσπερ τεῖχος Ἰταλίας ἡ φύσις ἤγειρεν, ὑπερνεφῆ μὲν τὸ ὕψος, ἐπιμήκιστα δέ, ὡς πᾶσαν Ἰταλίαν διειληφότα καθήκειν ἐν μὲν τοῖς δεξιοῖς Ἰταλίας μέρεσιν ἐς τὸ Τυρρηναῖον πέλαγος,

ἐν δὲ τοῖς λαιοῖς ἐς τὸν Ἰόνιον κόλπον. σκέπεται δὲ ὕλαις δασείαις καὶ πυκναῖς, τὰς δὲ διεξόδους ἐστένωται ἢ διὰ κρημνοὺς ἐς βάθος μέγιστον ἀπερρωγότας ἢ διὰ πετρῶν τραχύτητα: στενωποὶ γάρ εἰσι χειροποίητοι, μετὰ πολλοῦ καμάτου τοῖς πάλαι Ἰταλιώταις εἰργασμένοι. μετὰ δέους οὖν πολλοῦ διῄει ὁ στρατός, ἐλπίζοντες τάς τε ἄκρας κατειλῆφθαι πεφράχθαι τε τὰς διόδους ἐς κωλύμην τῆς αὐτῶν διαβάσεως. ἤλπιζον δὲ καὶ ἐδεδοίκεσαν εἰκότα, τῶν χωρίων