Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

καὶ οἱ μὲν περὶ τὸν Μαξιμῖνον ὡδοιπόρουν, ἐν δὲ τῇ Καρχηδόνι οὐχ ὡς ἠλπίκεσαν τὰ πράγματα ἐχώρει. Καπελλιανὸς γὰρ ἦν τις ὄνομα, τῶν ἀπὸ συγκλήτου, ἡγεῖτο δὲ Μαυρουσίων τῶν ὑπὸ Ῥωμαίοις, Νομάδων δὲ καλουμένων. τὸ δὲ ἔθνος στρατοπέδοις πέφρακτο διὰ τὸ περικείμενον πλῆθος Μαυρουσίων τῶν βαρβάρων, ὡς ἂν ἐπέχοι αὐτῶν τὰς ἐξ ἐπιδρομῆς

ἁρπαγάς. εἶχεν οὖν ὑφ̓ ἑαυτῷ δύναμιν οὐκ εὐκαταφρόνητον στρατιωτικήν. πρὸς δὴ τὸν Καπελλιανὸν τοῦτον ὁ Γορδιανὸς ἀπεχθῶς διέκειτο ἄνωθεν

p.180
ἔκ τινος ἀγοραίου διαφορᾶς. τότε τοίνυν ἐν τῷ τῆς βασιλείας γενόμενος ὀνόματι διάδοχόν τε αὐτῷ ἔπεμψε

καὶ τοῦ ἔθνους ἐξελθεῖν ἐκέλευσεν. ὃ δὲ πρός τε ταῦτα ἀγανακτήσας, τῷ τε Μαξιμίνῳ καθωσιωμένος, ὑφ̓ οὗ καὶ τὴν ἡγεμονίαν πεπίστευτο, πάντα τὸν στρατὸν συναθροίσας ἀναπείσας τε Μαξιμίνῳ τηρεῖν τὴν πίστιν καὶ τὸν ὅρκον, κατῆλθεν ἐπὶ τὴν Καρχηδόνα δύναμιν ἄγων μεγίστην τε καὶ γενναίων ἀνδρῶν ἡλικίαις ἀκμάζουσαν, καὶ παντοδαπῇ ὅπλων παρασκευῇ ἐξηρτυμένην, ἐμπειρίᾳ τε πολεμικῇ καὶ τῆς πρὸς τοὺς βαρβάρους μάχης συνηθείᾳ ἑτοίμην

πρὸς μάχας. ὡς δὲ ἀπηγγέλη τῷ Γορδιανῷ ὁ στρατὸς προσιὼν τῇ πόλει, αὐτός τε ἐν ἐσχάτῳ δέει ἦν, οἵ τε Καρχηδόνιοι ταραχθέντες, οἰόμενοι ἐν πλήθει ὄχλου, οὐκ ἐν εὐταξίᾳ στρατοῦ τὸ εὔελπι τῆς νίκης εἶναι, πανδημεὶ πάντες ἐξίασιν ὡς δὴ τῷ Καπελλιανῷ ἀντιταξόμενοι. Γορδιανὸς μὲν οὖν ὁ πρεσβύτης, ὥς τινές φασιν, ἅμα τῷ τῆς Καρχηδόνος ἐπιβῆναι ἐν ἀπογνώσει γενόμενος, ἐννοῶν τὴν δύναμιν τοῦ Μαξιμίνου, οὐδὲν δὲ ὁρῶν ἐν Λιβύῃ ἀξιόμαχον ἰσόρροπον,

ἀνήρτησεν ἑαυτὸν βρόχῳ: κρυπτομένης δὲ αὐτοῦ τῆς τελευτῆς τὸν υἱὸν αὐτοῦ στρατηγήσοντα δὴ τοῦ πλήθους εἵλοντο. γενομένης δὲ συμβολῆς οἱ μὲν Καρχηδόνιοι ὄχλῳ πλείους ἦσαν, ἄτακτοι δὲ καὶ πολεμικῶν ἔργων ἀπαίδευτοι ἅτε ἐν εἰρήνῃ βαθείᾳ τεθραμμένοι ἑορταῖς τε καὶ τρυφαῖς σχολάζοντες ἀεί,

γυμνοί τε ὅπλων καὶ ὀργάνων πολεμικῶν. ἕκαστος δὲ ἐπεφέρετο οἴκοθεν ἢ ξιφίδιον ἢ πέλεκυν δοράτιά τε ἐκ κυνηγεσίων: βύρσας τε τὰς ἐμπεσούσας περιτεμόντες καὶ ξύλα καταπρίσαντες ἐς τὰ παρατυχόντα σχήματα, ὡς ἕκαστος ἐδύνατο, πρόβλημα τοῦ σώματος ἐποιεῖτο. οἱ δὲ Νομάδες ἀκοντισταί τε εὔστοχοι

p.181
καὶ ἱππεῖς ἄριστοι, ὡς καὶ χαλινῶν ἄνευ ῥάβδῳ μόνῃ

τὸν δρόμον τῶν ἵππων κυβερνᾶν. ῥᾷστα οὖν ἐτρέψαντο τῶν Καρχηδονίων τὸ πλῆθος, οἵπερ οὐχ ὑπομείναντες αὐτῶν τὴν ἐμβολήν, πάντα ῥίψαντες ἔφυγον: ὠθούμενοι δὲ ὑπ̓ ἀλλήλων καὶ πατούμενοι, πλείους ὑπὸ τοῦ οἰκείου πλήθους ἐφθάρησαν ἢ πρὸς τῶν πολεμίων. ἔνθα καὶ ὁ τοῦ Γορδιανοῦ υἱὸς ἀπώλετο οἵ τε περὶ αὐτὸν πάντες, ὡς διὰ πλῆθος πτωμάτων μήτε νεκρῶν ἀναίρεσιν πρὸς ταφὴν γενέσθαι δυνηθῆναι μήτε τὸ τοῦ νέου Γορδιανοῦ σῶμα εὑρεθῆναι.

οἱ μὲν γὰρ φεύγοντες, ὅσοι τε ἦσαν εἰσρυέντες ἐς τὴν Καρχηδόνα ὅσοι τε λαθεῖν ἠδυνήθησαν, σκεδασθέντες ἐς πᾶσαν τὴν πόλιν, οὖσαν μεγίστην τε καὶ πολλήν, ὀλίγοι ἐκ πολλῶν ἐσώθησαν: τὸ δὲ λοιπὸν πλῆθος περὶ ταῖς πύλαις στενοχωρούμενον, παρεισδῦναι σπουδάζοντος ἑκάστου, βαλλόμενόν τε ὑπὸ τῶν ἀκοντιστῶν καὶ τιτρωσκόμενον ὑπὸ τῶν ὁπλιτῶν

διεφθείρετο. πολλὴ δὲ οἰμωγὴ κατὰ τὴν πόλιν γυναικῶν τε καὶ παιδίων, ὧν ἐν ὄψει οἱ φίλτατοι ἀπώλοντο. ἕτεροι δέ φασιν, ὡς δὴ ταῦτα οἴκοι μεμενηκότι διὰ γῆρας τῷ πρεσβύτῃ Γορδιανῷ ἀπηγγέλη ὅ τε Καπελλιανὸς εἰσελαύνων ἐς τὴν Καρχηδόνα ἐδηλώθη, ἐν ἀπογνώσει δὲ πάντων γενόμενος, εἰσελθὼν μόνος ἐς τὸν οἰκίσκον ὡς δὴ καθευδήσων, ἐξαρτήσας ἧς ἐπεφέρετο ζώνης τὸν τράχηλον ἐν βρόχῳ, τοῦ βίου ἀνεπαύσατο.

τοιούτῳ μὲν δὴ τέλει Γορδιανὸς ἐχρήσατο, βιώσας τὰ πρῶτα εὐδαιμόνως, ἐν εἰκόνι τε βασιλείας τελευτήσας: ὁ δὲ Καπελλιανὸς ἐς Καρχηδόνα εἰσελθὼν πάντας τε τοὺς πρωτεύοντας ἀπέκτεινεν, εἴ τινες καὶ ἐσώθησαν ἐκ τῆς μάχης, ἐφείδετό τε οὔτε ἱερῶν συλήσεως οὔτε χρημάτων ἰδιωτικῶν τε καὶ δημοσίων ἁρπαγῆς.

p.182

ἐπιών τε τὰς λοιπὰς πόλεις ὅσαι τὰς Μαξιμίνου τιμὰς καθῃρήκεσαν, τοὺς μὲν ἐξέχοντας ἐφόνευε, τοὺς δὲ δημότας ἐφυγάδευεν, ἀγρούς τε καὶ κώμας ἐμπιπράναι λεηλατεῖν τε τοῖς στρατιώταις ἐπέτρεπε, προσποιούμενος μὲν τιμωρίαν εἰσπράττειν ἐφ̓ οἷς ἐς Μαξιμῖνον ἡμαρτήκεσαν, λανθανόντως δὲ εὔνοιαν ἑαυτῷ παρὰ τῶν στρατιωτῶν μνώμενος, ἵν̓ εἴ τι πταίσειεν τὰ Μαξιμίνου πράγματα, αὐτὸς ἔχων δύναμιν εὐνοοῦσαν τῆς ἀρχῆς ἀντιποιήσαιτο.