Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

τὰ μὲν κατὰ τὴν Ῥωμαίων πόλιν τε καὶ γνώμην τοιαῦτα ἦν: ὡς δ̓ ἀπηγγέλη τῷ Μαξιμίνῳ τὰ πεπραγμένα, σκυθρωπός τε ἦν καὶ ἐν μεγάλαις φροντίσι, προσεποιεῖτό τε αὐτῶν καταφρονεῖν. τῆς μὲν οὖν πρώτης καὶ δευτέρας ἡμέρας ἔνδον ἔμεινεν ἡσυχάζων

καὶ τοῖς φίλοις περὶ τοῦ πρακτέου κοινούμενος. τὸ δὲ στρατόπεδον πᾶν τὸ σὺν αὐτῷ οἵ τε ἐπέκεινα πάντες ἄνθρωποι ἔγνωσαν μὲν τὰ διαγγελθέντα, καὶ διοίδαινον πᾶσιν αἱ ψυχαὶ τηλικούτων ἔργων εὐτόλμῳ καινοτομίᾳ, οὐδέ τις πρός τινα ἔλεγέ τι οὔτ̓ εἰδέναι τι προσεποιεῖτο: τοσοῦτος γὰρ ἦν ὁ Μαξιμίνου φόβος ὡς μηδὲν αὐτὸν λανθάνειν, παραφυλάττεσθαι δὲ πάντων οὐ μόνον τὰ διὰ φωνῆς καὶ γλώττης προφερόμενα

ἀλλὰ καὶ τὰ δἰ ὄψεως νεύματα. ὁ μέντοι Μαξιμῖνος συγκαλέσας πάντα τὸν στρατὸν ἐς τὸ πρὸ τῆς πόλεως πεδίον, προελθών τε τῆς τρίτης ἡμέρας ἀνελθών τε ἐπὶ τὸ βῆμα, ἐπιφερόμενος τὸ βιβλίον ὅπερ ἦσαν αὐτῷ συντάξαντές τινες τῶν φίλων, ἐξ ἀναγνώσεως ἔλεξε τοιάδε.

ἄπιστα μὲν οἶδα καὶ παράδοξα λέξων πρὸς ὑμᾶς, ὡς δὲ ἐγὼ οἴομαι, οὐ θαύματος ἀλλὰ χλεύης καὶ γέλωτος ἄξια. ὅπλα ἐφ̓ ὑμᾶς καὶ τὴν ὑμετέραν ἀνδρείαν οὐ Γερμανοὶ αἴρονται, οὓς πολλάκις ἐνικήσαμεν, οὐ Σαυρομάται οἱ περὶ εἰρήνης ἑκάστοτε ἱκετεύοντες: Πέρσαι τε οἱ πάλαι Μεσοποταμίαν κατατρέχοντες νῦν ἡσυχάζουσιν, ἀγαπητῶς ἔχοντες τὰ ἑαυτῶν, δόξης τε τῆς ὑμετέρας ἐν τοῖς ὅπλοις ἀρετῆς τε, πείρᾳ τῶν ἐμῶν πράξεων, ἃς ἔγνωσαν ὅτε τῶν ἐπὶ ταῖς ὄχθαις στρατοπέδων ἡγούμην, ἀνεχούσης

αὐτούς. ἀλλὰ γάρ ʽμή τι ἄρα καὶ καταγέλαστον εἰπεῖν̓

p.178
Καρχηδόνιοι μεμήνασι, καὶ πρεσβύτην ἄθλιον, ἐν ἐσχάτῳ γήραι παραφρονοῦντα, πείσαντες ἢ βιασάμενοι ὥσπερ ἐν πομπαῖς παίζουσι βασιλείαν, τίνι θαρροῦντες στρατῷ, παῤ οἷς ἐς τὴν τοῦ ἡγουμένου ὑπηρεσίαν ἀρκοῦσι ῥαβδοῦχοι; ποῖα φέροντες ὅπλα, παῤ οἷς οὐδὲν πλὴν δορατίων οἷς πρὸς θηρία μονομαχοῦσι; τὰ πολεμικὰ αὐτοῖς γυμνάσια χοροὶ καὶ

σκώμματα καὶ ῥυθμοί. μηδέ τινα ὑμῶν ἐκπληττέτω τὰ κατὰ Ῥώμην ἀγγελθέντα. ʽ??ʼιταλιανὸς μὲν ἀνῃρέθη δόλῳ καὶ ἀπάτῃ ληφθείς, τοῦ δὲ Ῥωμαίων δήμου τὸ κοῦφον καὶ εὐμετάβολον οὐκ ἀγνοεῖτε καὶ μέχρι βοῆς θρασύ: εἰ δύο ἢ τρεῖς ὁπλίτας ἴδοιεν μόνον, ὑπ̓ ἀλλήλων ὠθούμενοί τε καὶ πατούμενοι, φεύγων ἕκαστος τὸν ἴδιον κίνδυνον τοῦ κοινοῦ ἀμελῶς

ἔχει. εἰ δὲ καὶ τὰ τῆς συγκλήτου τις ὑμῖν διήγγειλε, μὴ θαυμάζετε εἰ τὸ μὲν ἡμέτερον σῶφρον τραχὺ αὐτοῖς δοκεῖ, τὸ δ̓ ὁμότροπον ἐν ἀκολάστῳ βίῳ ἐκείνου προτιμᾶται, καὶ τὰ μὲν ἀνδρεῖα καὶ σεμνὰ τῶν ἔργων φοβερὰ προσαγορεύουσι, τὰ δ̓ ἀνειμένα καὶ ἐκβεβακχευμένα ὡς ἥμερα δἰ ἡδονῆς ἔχουσι: διόπερ πρὸς τὴν ἐμὴν ἀρχὴν οὖσαν ἐπιστρεφῆ καὶ κόσμιον ἀλλοτρίως διάκεινται, ἥσθησαν δὲ τῷ Γορδιανοῦ ὀνόματι,

οὗ τὸν διαβεβλημένον βίον οὐκ ἀγνοεῖτε. πρὸς τούτους καὶ τοὺς τοιούτους ἡμῖν ὁ πόλεμος, εἴ τις οὕτως αὐτὸν καλεῖν βούλοιτο. ἐγὼ μὲν γὰρ ἡγοῦμαι ὡς οἱ πλεῖστοι καὶ σχεδὸν πάντες, εἰ μόνον Ἰταλίας ἐπιβαίημεν, ἱκετηρίους θαλλοὺς καὶ τέκνα προτείναντες ὑποστρώσουσιν αὑτοὺς τοῖς ἡμετέροις ποσίν, οἱ δὲ λοιποὶ διὰ δειλίαν καὶ φαυλότητα φεύξονται, ὡς ὑπάρξαι ἐμοί τε ὑμῖν καὶ τὰ ἐκείνων πάντα δοῦναι, ὑμῖν τε ἀδεῶς λαβοῦσι καρποῦσθαι.

τοιαῦτά τινα εἰπών, βλάσφημά τε πολλὰ ἐς τὴν

p.179
Ῥώμην καὶ τὴν σύγκλητον δἰ ὧν παρεφθέγγετο ἀπορρίψας, ταῖς τε διὰ χειρὸς ἀπειλαῖς καὶ τραχέσι προσώπου νεύμασιν ὡς πρὸς παρόντας ὀργισθείς, ἐπαγγέλλει τὴν ἐπ̓ Ἰταλίαν ἔξοδον. διανείμας τε αὐτοῖς πάμπλειστα χρήματα, μιᾶς ἡμέρας διαλιπών, τῆς ὁδοῦ εἴχετο, πολύ τι πλῆθος ἐπαγόμενος στρατοῦ, τήν τε

ὑπὸ Ῥωμαίοις δύναμιν. εἵπετο δὲ αὐτῷ καὶ Γερμανῶν οὐκ εὐκαταφρόνητος ἀριθμός, οὓς τοῖς ὅπλοις κεχείρωτο ἢ πείσας ἐς φιλίαν καὶ συμμαχίαν ἐπῆκτο, μηχαναί τε καὶ πολεμικὰ ὄργανα, καὶ ὅσα πρὸς τοὺς βαρβάρους ἰὼν ἐπεφέρετο. αὐτὸς μὲν σχολαιτέραν τὴν ὁδοιπορίαν ἐποιεῖτο διὰ τὴν τῶν ὀχημάτων καὶ

ἐπιτηδείων πανταχόθεν συγκομιδήν: αἰφνιδίου γὰρ γενομένης τῆς ἐπ̓ Ἰταλίαν ὁδοῦ, οὐκ ἐκ προνοίας, ὥσπερ εἰώθει, ἀλλ̓ ἐξ αὐτοσχεδίου καὶ ἐπειγούσης ὑπηρεσίας τὰ χρειώδη τῷ στρατῷ ἠθροίζετο. ἔδοξεν οὖν αὐτῷ προπέμψαι τὰς τῶν Παιόνων φάλαγγας: ἐκείνοις γὰρ μάλιστα ἐπίστευεν, οἵπερ αὐτὸν καὶ πρῶτοι ἀνεῖπον βασιλέα ἐθελονταί τε ὑπὲρ αὐτοῦ κινδυνεύειν ὑπισχνοῦντο. ἐκέλευσεν οὖν αὐτοῖς φθάσαι τὴν λοιπὴν δύναμιν καὶ τὰ ἐν Ἰταλίᾳ χωρία προκαταλαβεῖν.