Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

ὡς δὲ ταῦτα τῷ Ἀλεξάνδρῳ ἐδηλώθη χαλεπῶς νοσοῦντι εἴτε διὰ δυσθυμίαν εἴτε διὰ τὴν τοῦ ἀέρος ἀήθειαν, αὐτός τε δυσφόρως ἤνεγκε, καὶ ὁ λοιπὸς στρατὸς ἠγανάκτησε πρὸς τὸν Ἀλέξανδρον καὶ ἐχαλέπαινεν, ὅτι δὴ ψευσαμένου αὐτοῦ καὶ μὴ τηρήσαντος τὰ συνθήματα προδοθείη ὁ εἰσελθὼν στρατός.

πλὴν ὁ Ἀλέξανδρος μήτε τὴν νόσον φέρων καὶ τὸ πνιγῶδες τοῦ ἀέρος, τοῦ τε στρατοῦ παντὸς νοσοῦντος,

p.155
καὶ μάλιστα τῶν Ἰλλυρικῶν στρατιωτῶν, οἳ ὑγρῷ καὶ χειμερίῳ ἀέρι ἐνειθισμένοι τροφάς τε πλείονας συνήθως εἰσφερόμενοι χαλεπῶς νοσοῦντες διεφθείροντο, ἐπανελθεῖν τε ἐς τὴν Ἀντιόχειαν ἐβουλεύσατο, καὶ πέμψας τὸν ἐν Μηδίᾳ στρατὸν ἐπανελθεῖν ἐκέλευσεν.

ἐκεῖνος μὲν ὁ στρατὸς ἐπανιὼν πλεῖστος ἐν τοῖς ὄρεσι διεφθάρη, καὶ ἠκρωτηριάσθησαν οὐκ ὀλίγοι ἐν δυσχειμέρῳ χώρᾳ, ὡς ὀλίγους πάνυ ἐκ πολλῶν ἐπανελθεῖν: τὸ δὲ σὺν αὑτῷ πλῆθος ὁ Ἀλέξανδρος ἐς τὴν Ἀντιόχειαν ἐπανήγαγε, πολλῶν καὶ ἐξ ἐκείνης τῆς μοίρας ἀπολωλότων, ὡς μεγίστην ἐνεγκεῖν δυσθυμίαν τῷ στρατῷ καὶ Ἀλεξάνδρῳ ἀδοξίαν, σφαλέντι καὶ γνώμῃ καὶ τύχῃ, καὶ τῶν τριῶν μοιρῶν τοῦ στρατοῦ ὧν ἔνειμε τὸ πλεῖστον ἀποβαλόντι διαφόροις συμφοραῖς, νόσῳ πολέμῳ κρύει.

γενόμενος δὲ ἐν τῇ Ἀντιοχείᾳ ὁ Ἀλέξανδρος αὐτός τε ῥᾳδίως ἐπερρώσθη τῷ εὐψυχεῖ καὶ ἐνύδρῳ τῆς πόλεως μετὰ τὸν ἐν Μεσοποταμίᾳ ξηρὸν αὐχμόν, τούς τε στρατιώτας ἀνεκτᾶτο, καὶ ἐφ̓ οἷς λελύπηντο παρεμυθεῖτο μεγαλοδωρίᾳ χρημάτων: τοῦτο γὰρ μόνον ἐς εὐνοίας ἀνάκτησιν στρατιωτῶν ἐνόμιζε φάρμακον. δύναμίν τε ἤθροιζε καὶ παρεσκεύαζεν ὡς δὴ πάλιν ἐπάξων Πέρσαις, εἰ ἐνοχλοῖεν καὶ μὴ ἡσυχάζοιεν.

ἀπηγγέλλετο δὲ καὶ ὁ Πέρσης λύσας τὴν δύναμιν καὶ ἑκάστους ἐς τὰ ἑαυτῶν ἀποπέμψας. εἰ γὰρ καὶ ἐκ τοῦ κρείττονος ὑπέρτεροι ἐδόκουν γεγενῆσθαι οἱ βάρβαροι, πλὴν ὅμως ἐτετρύχωντο ταῖς τε κατὰ Μηδίαν πολλάκις γενομέναις συμβολαῖς τῇ τε ἐν Παρθίᾳ μάχῃ, πολλῶν μὲν πεσόντων παμπλείστων δὲ τετρωμένων. οὐ γὰρ ἀνάνδρως οἱ Ῥωμαῖοι ἡττήθησαν, ἀλλὰ καὶ αὐτοὶ τοὺς πολεμίους ἔσθ̓ ὅπῃ κακώσαντες, παρὰ τοῦτο δὲ ἀπολόμενοι παῤ ὅσον πλήθει ἐλάττους

p.156

εὑρέθησαν, ὡς σχεδὸν ἰσαρίθμου γενομένου τοῦ ἑκατέρωθεν πεσόντος στρατοῦ τὸ περιλειφθὲν τῶν βαρβάρων πλήθει ἀλλ̓ οὐ δυνάμει δοκεῖ νενικηκέναι. δεῖγμα δὲ τοῦτο οὐ μικρὸν τῆς τῶν βαρβάρων κακώσεως: ἐτῶν γοῦν τριῶν ἢ τεττάρων ἡσύχασαν οὐδ̓ ἐν ὅπλοις ἐγένοντο. ἅπερ μανθάνων ὁ Ἀλέξανδρος καὶ οὗτος ἐν τῇ Ἀντιοχείᾳ διέτριβεν: εὐθυμότερος δὲ καὶ ἀδεέστερος γενόμενος ἀνειμένης αὐτῷ τῆς περὶ τὰ πολεμικὰ φροντίδος, ταῖς τῆς πόλεως ἐσχόλαζε τρυφαῖς.

οἰομένου δὲ αὐτοῦ τὰ ἐν Πέρσαις ἐν εἰρήνῃ μὲν συγκείμενα ἡσυχάζειν, ἔχειν δὲ ἀνακωχὴν καὶ μέλλησιν τῷ βαρβάρῳ πρὸς τὸ πάλιν ἐπάγειν τὸν στρατόν, ὃς ἅπαξ διαλυθεὶς οὐ ῥᾳδίως ἠθροίζετο ἅτε μὴ συντεταγμένος μηδὲ συνεστώς, ἀλλ̓ ὄχλος μᾶλλον ἢ στρατὸς ὑπάρχων, καὶ τῶν ἐπισιτισμῶν αὐτοῖς τοσούτων ὄντων ὅσον ἂν ἕκαστος ἀφικνούμενος πρὸς τὸ ἑαυτοῦ χρειῶδες ἐπενέγκηται, καὶ δυσαποσπάστως τε καὶ δυσόκνως καταλειπόντων τέκνα καὶ γυναῖκας καὶ

τὴν οἰκείαν χώραν, αἰφνιδίως ἄγγελοί τε καὶ γράμματα ἐτάραξε τὸν Ἀλέξανδρον καὶ ἐς μείζονα φροντίδα ἐνέβαλεν, ἐπιστειλάντων αὐτῷ τῶν ἐμπεπιστευμένων τὴν Ἰλλυρίδος ἡγεμονίαν ὅτι ἄρα Γερμανοὶ Ῥῆνον καὶ Ἴστρον διαβαίνοντες τὴν Ῥωμαίων πορθοῦσιν ἀρχὴν καὶ τὰ ἐπὶ ταῖς ὄχθαις στρατόπεδα ἐπικείμενα πόλεις τε καὶ κώμας πολλῇ δυνάμει κατατρέχουσιν, εἴη τε οὐκ ἐν ὀλίγῳ κινδύνῳ τὰ Ἰλλυρικὰ

ἔθνη ὁμοροῦντα καὶ γειτνιῶντα Ἰταλίᾳ: δεῖσθαι τοίνυν τῆς αὐτοῦ παρουσίας καὶ τοῦ στρατοῦ παντὸς ὃς ἦν σὺν αὐτῷ. δηλωθέντα δὴ ταῦτα τόν τε Ἀλέξανδρον ἐτάραξε καὶ τοὺς ἐκ τοῦ Ἰλλυρικοῦ στρατιώτας ἐλύπησε, διπλῇ δοκοῦντας κεχρῆσθαι συμφορᾷ, ἔκ τε

p.157
ὧν πεπόνθεσαν Πέρσαις μαχόμενοι, ἔκ τε ὧν ἐπυνθάνοντο τοὺς οἰκείους ἕκαστοι ὑπὸ Γερμανῶν ἀπολωλότας. ἠγανάκτουν οὖν, καὶ τὸν Ἀλέξανδρον εἶχον ἐν αἰτίᾳ ὡς τὰ ὑπὸ ταῖς ἀνατολαῖς δἰ ἀμέλειαν ἢ δειλίαν προδεδωκότα, πρός τε τὰ ἀρκτῷα μέλλοντα καὶ

ὀκνοῦντα. ἦν δὲ καὶ αὐτῷ δέος τῷ Ἀλεξάνδρῳ τοῖς τε συνοῦσι φίλοις ἤδη καὶ περὶ αὐτῆς Ἰταλίας. οὐ γὰρ ὅμοιον ἡγοῦντο τὸν ἐκ Περσῶν κίνδυνον οἷον ἐκ Γερμανῶν: οἱ μὲν γὰρ ὑπὸ ταῖς ἀνατολαῖς κατοικοῦντες, μακρᾷ γῇ καὶ θαλάττῃ πολλῇ διῃρημένοι, τὴν Ἰταλῶν χώραν μόλις ἀκούουσι, τὰ Ἰλλυρικὰ δὲ ἔθνη στενὰ ὄντα καὶ οὐ πολλὴν ἔχοντα τὴν ὑπὸ Ῥωμαίοις γῆν, παρὰ τοσοῦτον ὁμόρους καὶ γείτονας ποιεῖ Γερμανοὺς