Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

τούτων δὴ αὐτῷ διοικηθέντων, τῆς τε στρατιᾶς παμπληθοῦς συνειλεγμένης, ὅτε δὴ ἀντίπαλα καὶ ἰσόρροπα ᾠήθη εἶναι τὰ ἑαυτοῦ στρατεύματα τῷ πλήθει τῶν βαρβάρων, σκεψάμενος σὺν τοῖς φίλοις ἔνειμε τὸ στρατιωτικὸν ἐς τρεῖς μοίρας, καὶ τὴν μὲν μίαν ἐκέλευσε πρὸς τὰ ἀρκτῷα μέρη ἀφορῶσαν, δἰ Ἀρμενίας ἐπελθοῦσαν φιλίου Ῥωμαίοις δοκούσης, κατατρέχειν

τὴν Μήδων χώραν: τὴν δὲ ἑτέραν ἔπεμψε πρὸς τὰ ἑῷα μέρη τῆς βαρβάρου γῆς βλέπουσαν, ἔνθα συρρέοντας τὸν Τίγρητα καὶ τὸν Εὐφράτην ἕλη πυκνότατα ὑποδέχεσθαι λέγουσι, καὶ λανθάνειν ποταμῶν ἐκείνων μόνων διὰ τοῦτο τὰς ἐκβολάς: τὴν δὲ τρίτην μοῖραν καὶ γενναιοτάτην τοῦ στρατοῦ αὐτὸς ἔχων ὑπέσχετο ἐπάξειν τοῖς βαρβάροις κατὰ μέσην τὴν πορείαν. οὕτω γὰρ ᾤετο διαφόροις ἐφόδοις ἀφυλάκτως τε καὶ ἀπροόπτως αὐτοῖς ἐπελεύσεσθαι, καὶ τὸ πλῆθος τῶν Περσῶν ἀεὶ πρὸς τοὺς ἐπιόντας διαιρούμενον ἀσθενέστερόν τε ἔσεσθαι καὶ ἀτακτότερον μαχεῖσθαι.

οὐ γὰρ δὴ μισθοφόροις χρῶνται στρατιώταις οἱ βάρβαροι ὥσπερ Ῥωμαῖοι, οὐδὲ στρατόπεδα ἔχουσι συνεστῶτα καὶ μένοντα, πολέμου τέχναις ἐγγεγυμνασμένα: ἀλλὰ πᾶν τὸ πλῆθος τῶν ἀνδρῶν, ἔσθ̓ ὅπῃ καὶ τῶν γυναικῶν, ἐπὰν κελεύσῃ βασιλεύς, ἀθροίζεται. διαλυθέντος δὲ τοῦ πολέμου ἕκαστος ἐς τὰ ἑαυτοῦ ἐπανέρχεται, τοσοῦτον ἀποκερδήσας ὅσα ἂν ἐξ

ἁρπαγῆς αὐτῷ περιγένηται. τόξοις τε καὶ ἵπποις οὐκ ἐς τὸ πολεμεῖν μόνον χρῶνται ὥσπερ Ῥωμαῖοι, ἀλλ̓ ἐκ παίδων σὺν αὐτοῖς ἀναστρέφονται καὶ θηρῶντες διαιτῶνται, οὔτε τὰς φαρέτρας ποτὲ ἀποτιθέμενοι οὔτε

p.153
τῶν ἵππων ἀποβαίνοντες, ἀεὶ δὲ αὐτοῖς χρώμενοι ἢ κατὰ πολεμίων ἢ κατὰ θηρίων. Ἀλέξανδρος μὲν οὖν, ὡς ᾤετο, ἄριστα βεβούλευτο:

ἔσφηλε δὲ αὐτοῦ τὴν γνώμην ἡ τύχη. τὸ μὲν γὰρ πεμφθὲν δἰ Ἀρμενίας στρατιωτικόν, μόλις καὶ χαλεπῶς ὑπερβαλὸν τὰ τῆς χώρας ὄρη τραχύτατά τε ὄντα καὶ κρημνωδέστατα ʽπλὴν ἔτι θέρους ὄντος ἀνεκτὴν εἶχε τὴν πορείαν̓, ἐμβαλὸν ἐς τὴν Μήδων χώραν ἐπόρθει τε αὐτὴν καὶ πολλὰς ἐνέπρησε κώμας λείαν τε ἀπήγαγεν. ὁ δὲ Πέρσης μαθὼν ἐπήμυνε κατὰ δύναμιν, ἀπείργειν δὲ τοὺς Ῥωμαίους οὐ πάνυ τι ἐδύνατο:

τραχεῖα γὰρ οὖσα ἡ χώρα τοῖς μὲν πεζοῖς καὶ τὴν βάσιν εὐπαγῆ καὶ τὴν πορείαν εὐμαρῆ παρεῖχεν, ἡ δ̓ ἵππος τῶν βαρβάρων ὑπὸ τῆς τῶν ὀρῶν τραχύτητος ὁμοῦ καὶ πρὸς δρόμον ἐπείχετο καὶ καθιππεύειν ἢ ἐπιέναι ἐκωλύετο. ἧκον δέ τινες ἀγγέλλοντες τῷ Πέρσῃ ὡς ἄρα φαίνοιτο Ῥωμαίων στρατὸς ἕτερος ἐν τοῖς ἑῴοις μέρεσι Παρθυαίων, τά τε πεδία κατατρέχουσι.

διόπερ φοβηθεὶς ἐκεῖνος μὴ τὰ ἐν Πάρθοις ῥᾳδίως λυμηνάμενοι ἐς Πέρσας ἐμβάλωσι, καταλιπών τινα δύναμιν, ὅσην αὐτάρκη ᾤετο ῥύεσθαι Μηδίαν, αὐτὸς σὺν παντὶ τῷ στρατῷ ἐς τὰ ἑῷα μέρη ἠπείγετο. ἡ δὲ τῶν Ῥωμαίων στρατιὰ τὴν πορείαν ἀμελέστερον ἐποιεῖτο μήτε τινὸς φαινομένου μήτε ἀνθεστῶτος, ἤλπιζέ τε τὸν Ἀλέξανδρον σὺν τρίτῃ μοίρᾳ, γενναιοτάτῃ οὔσῃ καὶ μεγίστῃ, ἐς μέσους ἐμβεβληκέναι τοὺς βαρβάρους, κἀκείνους ἀνθελκομένους ἀεὶ πρὸς τὸ ἐνοχλοῦν σχολαιτέραν αὑτοῖς καὶ ἀδεεστέραν

παρέξειν τὴν ἔφοδον. προείρητο γὰρ πᾶσι τοῖς στρατοῖς ὑπερτρέχειν, καὶ τόπος ὥριστο ἐς ὃν αὐτοὺς συνελθεῖν ἔδει, πάντα τὰ ἐμπίπτοντα καὶ ἐν μέσῳ χειρουμένους. ἔσφηλε δὲ αὐτοὺς ὁ Ἀλέξανδρος μήτε εἰσαγαγὼν

p.154
τὸν στρατὸν μήτε εἰσελθών, ἢ διὰ δέος, ἵνα μὴ δὴ αὐτὸς κινδυνεύοι ψυχῇ καὶ σώματι ὑπὲρ τῆς Ῥωμαίων ἀρχῆς, ἢ τῆς μητρὸς ἐπισχούσης γυναικείᾳ

δειλίᾳ καὶ ὑπερβαλλούσῃ φιλοτεκνίᾳ. ἤμβλυνε γὰρ αὐτοῦ τὰς πρὸς ἀνδρείαν ὁρμάς, πείθουσα δεῖν ἄλλους ὑπὲρ αὐτοῦ κινδυνεύειν, ἀλλὰ μὴ αὐτὸν παρατάττεσθαι: ὅπερ τὸν εἰσελθόντα Ῥωμαίων στρατὸν ἀπώλεσεν. ὁ γὰρ Πέρσης σὺν πάσῃ τῇ δυνάμει ἐπελθὼν οὐ προσδοκῶντος τοῦ στρατοῦ, ἐκπεριελθὼν καὶ ὥσπερ σαγηνεύσας, πανταχόθεν τε τοξεύων, διέφθειρε τὴν δύναμιν τῶν Ῥωμαίων, ὀλίγων τε πρὸς πολλοὺς ἀνθίστασθαι μὴ δυναμένων, καὶ ἀεὶ τὰ γυμνὰ ἑαυτῶν, ἐς ἃ ἐτοξεύοντο, φραττόντων τοῖς ὅπλοις: ῥύεσθαι γὰρ αὐτοῖς τὰ σώματα, οὐ μάχεσθαι ἀγαπητὸν

ἦν: ἔστε δὴ πάντες ἐς τὸ αὐτὸ συναλισθέντες καὶ τῇ τῶν ἀσπίδων προβολῇ ὥσπερ τειχίσαντες ἀπεμάχοντο ἐν σχήματι πολιορκίας, καὶ πανταχόθεν βαλλόμενοι καὶ τιτρωσκόμενοι, ἀντισχόντες ἐς ὅσον ἐνεδέχετο ἀνδρείως, τὸ τελευταῖον πάντες διεφθάρησαν. μεγίστη τε αὕτη συμφορὰ καὶ οὐ ῥᾳδίως μνημονευθεῖσα Ῥωμαίους ἐπέσχε, δυνάμεως μεγίστης διαφθαρείσης, γνώμῃ καὶ ῥώμῃ μηδεμιᾶς τῶν ἀρχαίων ἀποδεούσης: τόν τε Πέρσην ἐς ἐλπίδα μειζόνων πραγμάτων ἐτύφωσε τηλικούτων ἔργων εὐπραγία.