Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

ὡς δὲ τῷ Ἀλεξάνδρῳ ἐδηλώθη διατρίβοντι ἐν τῇ Ῥώμῃ τὰ κατὰ τὰς ἀνατολὰς ὑπὸ τοῦ βαρβάρου τολμώμενα, οὐκ ἀνασχετὰ ἡγούμενος, καλούντων δὲ αὐτὸν καὶ τῶν ἐκεῖσε ἡγεμόνων, ἀσχάλλων μὲν καὶ παρὰ γνώμην, ὅμως δ̓ ἔσχε περὶ ἔξοδον. ἔκ τε οὖν αὐτῆς Ἰταλίας καὶ τῶν ὑπὸ Ῥωμαίοις πάντων ἐθνῶν λογάδες ἐς τὴν στρατιὰν ἠθροίζοντο, ὅσοι σώματος εὐεξίᾳ

p.149

καὶ ἡλικίας ἀκμῇ ἐς μάχην ἐπιτήδειοι ἐνομίζοντο. κίνησίς τε μεγίστη πᾶσι τοῖς ὑπὸ Ῥωμαίοις ἐγένετο, δυνάμεως ἰσορρόπου ἀθροιζομένης πρὸς τὸ ἀγγελλόμενον τῶν ἐπιτρεχόντων βαρβάρων πλῆθος. ὁ δ̓ Ἀλέξανδρος ἀθροίσας τοὺς ἐν Ῥώμῃ στρατιώτας, ἐξελθεῖν τε πάντας κελεύσας ἐς τὸ σύνηθες πεδίον, ἐπὶ βήματος ἀνελθὼν ἔλεξε τοιάδε.

ἐβουλόμην μέν, ὦ ἄνδρες συστρατιῶται, τοὺς συνήθεις πρὸς ὑμᾶς ποιεῖσθαι λόγους, δἰ ὧν αὐτός τε ἐκοσμούμην δημηγορῶν ὑμᾶς τε ἀκούοντας εὔφραινον: εἰρήνης γὰρ πολυετοῦς ἀπολαύσαντες εἴ τι καινὸν νῦν ἀκούοιτε, ἴσως ἂν ὡς παῤ ἐλπίδα λεχθέντι

ἐκπλαγείητε. χρὴ δ̓ ἄνδρας γενναίους τε καὶ σώφρονας εὔχεσθαι μὲν ὑπάρχειν τὰ βέλτιστα, φέρειν δὲ τὰ προσπίπτοντα: τῶν μὲν γὰρ δἰ ἡδονῆς πραττομένων ἡ ἀπόλαυσις γλυκεῖα, τῶν δ̓ ἐξ ἀνάγκης κατορθουμένων ἔνδοξος ἡ ἀνδρεία. καὶ τὸ μὲν ἄρχειν ἀδίκων ἔργων οὐκ εὐγνώμονα ἔχει τὴν πρόκλησιν, τὸ δὲ τοὺς ἐνοχλοῦντας ἀποσείεσθαι ἔκ τε τῆς ἀγαθῆς συνειδήσεως ἔχει τὸ θαρραλέον, καὶ ἐκ τοῦ

μὴ ἀδικεῖν ἀλλ̓ ἀμύνεσθαι ὑπάρχει τὸ εὔελπι. Ἀρταξέρξης ἀνὴρ Πέρσης, τὸν ἑαυτοῦ δεσπότην Ἀρτάβανον ἀποκτείνας τήν τε ἀρχὴν ἐς Πέρσας μεταστήσας, ἀλλὰ καὶ τῶν ἡμετέρων ὅπλων καταθαρρήσας καὶ τῆς Ῥωμαίων δόξης καταφρονήσας, πειρᾶται κατατρέχειν καὶ λυμαίνεσθαι τὰ τῆς ἡμετέρας ἀρχῆς κτήματα. τοῦτον ἐπειράθην τὸ μὲν πρῶτον γράμμασι καὶ πειθοῖ παῦσαι τῆς ἀπλήστου μανίας καὶ τῆς ἀλλοτρίων ἐπιθυμίας: ὃ δὲ βαρβάρῳ φερόμενος ἀλαζονείᾳ οὔτε μένειν οἴκοι βούλεται, προκαλεῖταί τε ἡμᾶς ἐς μάχην.

μὴ δὴ μέλλωμεν μηδὲ ὀκνῶμεν, ἀλλ̓ οἱ μὲν πρεσβύτεροι ὑμῶν ὑπομνήσατε ἑαυτοὺς τροπαίων ἃ μετὰ

p.150
Σἑ??ʼήρου καὶ Ἀντωνίνου τοῦ πατρὸς ἠγείρατε πολλάκις κατὰ βαρβάρων, οἱ δ̓ ἐν ἀκμῇ ὄντες δόξης καὶ κλέους ἐπιθυμήσαντες δείξατε ὅτι ἄρα καὶ εἰρήνην ἄγειν πράως καὶ μετ̓ αἰδοῦς ἐπίστασθε καὶ τὰ πολεμικὰ

τῆς χρείας ἀπαιτούσης γενναίως κατορθοῦτε. τὸ δὲ βάρβαρον πρὸς μὲν τὰ ὑπείκοντα καὶ ὀκνοῦντα θρασύνεται, τῷ δ̓ ἀντιπίπτοντι οὐκέθ̓ ὁμοίως ἀντέχει, ἐπεὶ μὴ ἐκ συστάσεως αὐτοῖς ἡ μάχη κατὰ τῶν ἀντιπάλων ὑπισχνεῖται τὸ εὔελπι, ἀλλ̓ ἐξ ἐπιδρομῆς ἢ φυγῆς κερδαίνειν νομίζουσιν ὅπερ ἂν σχῶσι δἰ ἁρπαγῆς. ἡμῖν δὲ καὶ τὸ εὔτακτον ἅμα τῷ κοσμίῳ ὑπάρχει, καὶ νικᾶν αὐτοὺς ἀεὶ δεδιδάγμεθα.