Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

ἐτῶν μὲν οὖν τρισκαίδεκα οὕτως, ὅσον ἐπ̓ αὐτῷ, τὴν βασιλείαν ἀμέμπτως διῴκησε: τῷ δὲ τεσσαρεσκαιδεκάτῳ ἔτει αἰφνιδίως ἐκομίσθη γράμματα τῶν κατὰ Συρίαν τε καὶ Μεσοποταμίαν ἡγεμόνων, δηλοῦντα ὅτι Ἀρταξέρξης ὁ Περσῶν βασιλεὺς μετὰ τὸ Παρθυαίους καθελεῖν καὶ τῆς κατὰ τὴν ἀνατολὴν ἀρχῆς παραλῦσαι, Ἀρτάβανόν τε τὸν πρότερον καλούμενον τὸν μέγαν βασιλέα καὶ δυσὶ διαδήμασι χρώμενον ἀποκτεῖναι, πάντα τε τὰ περίοικα βάρβαρα χειρώσασθαι καὶ ἐς φόρου συντέλειαν ὑπαγαγέσθαι, οὐχ ἡσυχάζει οὐδ̓ ἐντὸς Τίγριδος ποταμοῦ μένει, ἀλλὰ τὰς ὄχθας ὑπερβαίνων καὶ τοὺς τῆς Ῥωμαίων ἀρχῆς ὅρους Μεσοποταμίαν τε κατατρέχει καὶ Σύροις ἀπειλεῖ,

p.147

πᾶσάν τε τὴν ἀντικειμένην ἤπειρον Εὐρώπῃ καὶ διαιρουμένην Αἰγαίῳ τε καὶ τῷ πορθμῷ τῆς Προποντίδος, Ἀσίαν τε πᾶσαν καλουμένην προγονικὸν κτῆμα ἡγούμενος τῇ Περσῶν ἀρχῇ ἀνακτήσασθαι βούλεται, φάσκων ἀπὸ Κύρου τοῦ πρώτου τὴν ἀρχὴν ἐκ Μήδων ἐς Πέρσας μεταστήσαντος μέχρι Δαρείου τοῦ τελευταίου Περσῶν βασιλέως, οὗ τὴν ἀρχὴν Ἀλέξανδρος ὁ Μακεδὼν καθεῖλε, πάντα μέχρις Ἰωνίας καὶ Καρίας ὑπὸ σατράπαις Περσικοῖς διῳκῆσθαι: προσήκειν οὖν αὐτῷ Πέρσαις ἀνανεώσασθαι πᾶσαν ὁλόκληρον, ἣν πρότερον ἔσχον, ἀρχήν.

τοιαῦτα τοίνυν δηλωσάντων καὶ ἐπιστειλάντων τῶν ὑπὸ ταῖς ἀνατολαῖς ἡγεμόνων, πρὸς τὴν αἰφνίδιον καὶ παῤ ἐλπίδα κομισθεῖσαν ἀγγελίαν οὐ μετρίως ὁ Ἀλέξανδρος ἐταράχθη, καὶ μάλιστα εἰρήνῃ ἐκ παίδων ἐντραφεὶς καὶ τῇ κατὰ τὴν πόλιν ἀεὶ σχολάσας τρυφῇ. τὰ μὲν οὖν πρῶτα ἔδοξεν αὐτῷ κοινωσαμένῳ τοῖς φίλοις πρεσβείαν πέμψαι καὶ διὰ γραμμάτων κωλῦσαι τὴν ὁρμὴν καὶ ἐλπίδα τοῦ βαρβάρου.

ἔλεγε δὲ τὰ γράμματα δεῖν μένειν τε αὐτὸν ἐν τοῖς τῶν ἰδίων ὅροις καὶ μὴ καινοτομεῖν μηδὲ ματαίαις αἰωρούμενον ἐλπίσι μέγαν ἐγείρειν πόλεμον, ἀγαπητῶν τε ἔχειν ἕκαστον τὰ αὑτοῦ: μηδὲ γὰρ ὁμοίαν ἔσεσθαι μάχην αὐτῷ πρὸς Ῥωμαίους οἵαν σχεῖν πρὸς τοὺς γειτνιῶντας καὶ ὁμοφύλους βαρβάρους. ὑπεμίμνησκε δὲ τὰ γράμματα τῶν τε τοῦ Σεβαστοῦ καὶ τῶν Τραϊανοῦ Λουκίου τε καὶ Σἑ??ʼήρου κατ̓ αὐτῶν τροπαίων. τοιαῦτα μὲν δή τινα ὁ Ἀλέξανδρος ἐπιστείλας ᾤετο πείσειν ἢ φοβήσειν ἐς τὸ ἡσυχάζειν τὸν βάρβαρον:

ὃ δ̓ οὐδέν τι φροντίζων τῶν ἐπεσταλμένων, ὅπλοις ἀλλ̓ οὐ λόγοις οἰόμενος δεῖν τὰ πράγματα διοικεῖσθαι, ἐνέκειτο ἄγων καὶ φέρων τὰ Ῥωμαίων

p.148
ἅπαντα, κατατρέχων τε καὶ καθιππεύων Μεσοποταμίαν λείας τε ἀπήλαυνε, καὶ τὰ ἐπικείμενα στρατόπεδα ταῖς ὄχθαις τῶν ποταμῶν προασπίζοντά τε τῆς Ῥωμαίων ἀρχῆς ἐπολιόρκει. φύσει δ̓ ὢν ἀλαζών, καὶ ταῖς παῤ ἐλπίδας εὐπραγίαις ἐπαιρόμενος, πάντα

ῥᾳδίως χειρώσασθαι προσεδόκα. ἦν δὲ αὐτὸν τὰ ἀναπείθοντα οὐ μικρὰ ἐς ἐπιθυμίαν ἀρχῆς μείζονος. πρῶτος γὰρ Περσῶν ἐτόλμησε τῇ Παρθυαίων ἀρχῇ ἐπιθέσθαι Πέρσαις τε τὴν βασιλείαν ἀνανεώσασθαι. μετὰ γὰρ Δαρεῖον τὸν ὑπ̓ Ἀλεξάνδρου τοῦ Μακεδόνος τῆς ἀρχῆς παραλυθέντα, παμπλείστοις ἐν ἔτεσι Μακεδόνες μὲν καὶ οἱ Ἀλεξάνδρου διάδοχοι τῶν ὑπὸ ταῖς ἀνατολαῖς ἐθνῶν καὶ κατ̓ Ἀσίαν ἅπασαν, νειμάμενοι

κατὰ χώρας, ἐβασίλευσαν. ἐκείνων δὲ πρὸς ἀλλήλους διαφερομένων, πολέμοις τε συνεχέσι τῆς Μακεδόνων δυνάμεως ἐξασθενούσης, πρῶτος Ἀρσάκης λέγεται, τὸ γένος Παρθυαῖος, ἀναπεῖσαι τοὺς ἐπέκεινα βαρβάρους ἀποστῆναι Μακεδόνων: περιθέμενός τε τὸ διάδημα ἑκόντων Παρθυαίων καὶ τῶν προσχώρων βαρβάρων αὐτός τε ἐβασίλευσε, καὶ τοῖς ἐξ ἐκείνου τοῦ γένους ἐπὶ πλεῖστον παρέμενεν ἡ ἀρχή, μέχρις Ἀρταβάνου τοῦ καθ̓ ἡμᾶς γενομένου, ὃν Ἀρταξέρξης ἀποκτείνας Πέρσαις τὴν ἀρχὴν ἀνεκτήσατο, τά τε γειτνιῶντα ἔθνη βάρβαρα χειρωσάμενος ῥᾳδίως ἤδη καὶ τῇ Ῥωμαίων ἀρχῇ ἐπεβούλευσεν.