Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

τελευτήσαντος δὲ τοῦ Ἀντωνίνου ἐν ἀφασίᾳ τε ἦν ὁ στρατὸς καὶ ἀπορίᾳ τοῦ πρακτέου: ἔμεινάν τε ἡμερῶν δύο ἀβασίλευτοι, ἐζήτουν τε ὃν ἐπιλέξονται ἄρχοντα. καὶ γὰρ ἠγγέλλετο μετὰ πολλοῦ πλήθους καὶ δυνάμεως ἐπιὼν ὁ Ἀρτάβανος, δίκας ἀπαιτήσων τιμωρήσων τε τοῖς ἐν σπονδαῖς καὶ εἰρήνῃ ἀνῃρημένοις.

αἱροῦνται δὴ βασιλέα πρῶτον μὲν Ἀδ̔??ʼέντον ὡς στρατιωτικόν τε καὶ ἔπαρχον οὐ φαῦλον γενόμενον: ὃ δὲ γῆρας προϊσχόμενος παρῃτήσατο: μετ̓ ἐκεῖνον δὲ τὸν Μακρῖνον, πειθόντων αὐτοὺς χιλιάρχων, οἳ καὶ τῆς ἐπιβουλῆς τοῦ Ἀντωνίνου συνωμόται καὶ κοινωνοὶ τοῦ Μακρίνου γεγενῆσθαι ὑπωπτεύθησαν. ὕστερον γοῦν ἐκολάσθησαν μετὰ τὴν ἐκείνου τελευτήν,

ὡς ἐν τοῖς ἑξῆς ἐροῦμεν. παρέλαβε δὲ τὴν βασιλείαν ὁ Μακρῖνος οὐχ οὕτως εὐνοίᾳ καὶ πίστει τῶν στρατιωτῶν ὡς ἀνάγκῃ καὶ χρείᾳ τοῦ παρόντος καιροῦ.

p.122
τούτων δὲ πραττομένων ἐφίσταται ὁ Ἀρτάβανος μετὰ μεγίστου πλήθους καὶ δυνάμεως, ἵππον τε πολλὴν ἄγων καὶ τοξοτῶν μέγα τι πλῆθος καταφράκτους

τε ἀπὸ καμήλων ἔξωθεν μακροῖς δόρασιν. ὡς δ̓ ἀπηγγέλη προσιών, συγκαλέσας τοὺς στρατιώτας ὁ Μακρῖνος ἔλεξε τοιάδε. ἀλγεῖν μὲν ὑμᾶς πάντας ἐπὶ τοιούτου βασιλέως, ἢ ἵνα τἀληθῆ λέγοιμι, συστρατιώτου ἀποβολῇ θαυμαστὸν οὐδέν: φέρειν δὲ τὰς συμφορὰς καὶ τὰ προσπίπτοντα μετρίως ὑπομένειν

ἀνθρώπων ἔργον σωφρονούντων. ἡ μὲν γὰρ ἐκείνου μνήμη ἔν τε τοῖς ὑμετέροις στέρνοις ἐγκείσεται, τοῖς τε ἐς ὕστερον παραδοθήσεται δόξαν ἀίδιον φέρουσα μεγάλων τε καὶ γενναίων ἔργων ὧν ἔδρασε, φίλτρων τε καὶ εὐνοίας καμάτων τε κοινωνίας τῆς πρὸς ὑμᾶς. νῦν δὲ καιρός, τιμήσαντας ὡς χρὴ τὴν μνήμην τοῦ τετελευτηκότος, ἀφοσιωσαμένους τε τὰ

πρὸς ἐκεῖνον, ἔχεσθαι τῶν ἐπειγόντων. ὁρᾶτε τὸν βάρβαρον ἐφεστῶτα σὺν παντὶ τῷ τῆς ἀνατολῆς πλήθει, καὶ δοκοῦντα πρόφασιν εὔλογον ἔχειν ἔχθρας: ἡμεῖς γὰρ αὐτὸν προυκαλεσάμεθα παρασπονδήσαντες, καὶ ἐν εἰρήνῃ βαθείᾳ πόλεμον ἠγείραμεν. ἤρτηται δὲ νῦν πᾶσα ἡ Ῥωμαίων ἀρχὴ τῆς ὑμετέρας ἀνδρείας τε καὶ πίστεως: οὐ γὰρ περὶ ὅρων γῆς οὐδὲ ῥείθρων ποταμῶν ἡ φιλονεικία, περὶ τοῦ παντὸς δέ, πρὸς μέγαν βασιλέα, ὑπὲρ παίδων καὶ συγγενῶν, οὓς ἐκεῖνος

ἀδίκως καὶ παρὰ τοὺς ὅρκους οἴεται ἀνῃρῆσθαι. τά τε οὖν ὅπλα λαμβάνωμεν, καὶ τῇ συνήθει Ῥωμαίοις εὐκοσμίᾳ ταττώμεθα. ἐν γὰρ ταῖς παρατάξεσι τὸ μὲν τῶν βαρβάρων ἄτακτον πλῆθος καὶ προσκαίρως ἠθροισμένον αὐτὸ ἑαυτῷ ἴσως γένοιτ̓ ἂν ἐναντίον: τὸ δ̓ ὑμέτερον εὔτακτόν τε ὂν καὶ συγκεκροτημένον, μετά τε ἐμπειρίας μαχόμενον, ὑμῖν τε ἔσται σωτήριον

p.123
κἀκείνοις ὀλέθριον. μετ̓ ἀγαθῆς οὖν τῆς ἐλπίδος ἀγωνίζεσθε ὡς Ῥωμαίοις πρέπει καὶ σύνηθες:

οὕτω γὰρ τούς τε βαρβάρους ἀπώσεσθε ὑμεῖς, καὶ δόξης κλέος ἀράμενοι μέγα Ῥωμαίοις τε καὶ πᾶσιν ἀνθρώποις δείξετε, τήν τε προτέραν νίκην πιστώσεσθε, ὡς μὴ δόλῳ καὶ ἀπάτῃ παρασπονδήσαντες ἠδικήσατε, ἀλλὰ δἰ ὅπλων νικήσαντες ἐκρατήσατε. τοιαῦτά τινα εἰπόντος αὐτοῦ, οἱ στρατιῶται τὴν ἀνάγκην τοῦ πράγματος ὁρῶντες παρετάττοντο κἀν