Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

ὡς εἶεν συνήθεις. φοβηθεὶς δὲ μὴ καὶ δεύτερον ταῦτα ὁ Ματερνιανὸς ἐπιστείλῃ, δρᾶσαί τι μᾶλλον ἠθέλησεν ἢ ἀναμείνας παθεῖν. τολμᾷ δή τι τοιοῦτον. ἦν τις ἑκατοντάρχης, Μαρτιάλιος δὲ ὄνομα αὐτῷ, τῶν σωματοφυλάκων τῶν Ἀντωνίνου, ἀεὶ παρεπόμενος αὐτῷ. τούτου τὸν ἀδελφὸν πρὸ ὀλίγων ἡμερῶν ἀνῃρήκει διαβληθέντα μὲν οὐκ ἐλεγχθέντα δέ: αὐτῷ τε τῷ Μαρτιαλίῳ ἐνύβρισεν, ἄνανδρον αὐτὸν καὶ ἀγεννῆ

καλῶν καὶ Μακρίνου φίλον. τοῦτον ἐπιστάμενος ὁ Μακρῖνος ἀλγοῦντά τε σφοδρῶς ἐπὶ τῇ τοῦ ἀδελφοῦ ἀναιρέσει, μὴ φέροντά τε τὰς ἐς αὑτὸν ὕβρεις, μεταπέμπεται ʽἐθάρρει δὲ αὐτῷ θεραπεύοντί τε αὐτὸν

p.120
ἄνωθεν καὶ πολλὰ ὑπ̓ αὐτοῦ εὐεργετηθέντἰ, πείθει τε καιρὸν ἐπιτήδειον παραφυλάξαντα ἐπιβουλεῦσαι τῷ Ἀντωνίνῳ. ὃ δὲ ταῖς τε ὑποσχέσεσι τοῦ Μακρίνου ἀναπεισθείς, μισῶν τε ἄλλως καὶ τιμωρῆσαι θέλων τῷ ἀδελφῷ, πάντα ποιήσειν ἀσμένως ὑπισχνεῖται καιρὸν ἐπιτήδειον εὑρών.

συνέβη δὲ μετ̓ οὐ πολὺ τῆς σκέψεως ταύτης θελῆσαι τὸν Ἀντωνῖνον, διατρίβοντα ἐν Κάρραις τῆς Μεσοποταμίας, προελθεῖν τῆς βασιλείας ἀπελθεῖν τε ἐς τὸν νεὼν τῆς σελήνης, ἣν μάλιστα οἱ ἐπιχώριοι σέβουσιν. ἀφειστήκει δὲ τῆς πόλεως ὁ νεὼς πολύ, ὡς ὁδοιπορίας χρῄζειν. σὺν ἱππεῦσιν οὖν ὀλίγοις, ἵνα δὴ μὴ πάντα τὸν στρατὸν σκύλῃ, τὴν ὁδοιπορίαν ἐποιεῖτο,

ὡς δὴ θύσας τῇ θεῷ ἐπανέλθοι. κατὰ δὲ τὴν μέσην ὁδὸν ἐπειχθεὶς ὑπὸ τῆς γαστρός, ἀποστῆναί τε πάντας κελεύσας, ἀνεχώρει σὺν ἑνὶ ὑπηρέτῃ ἀποσκευασόμενος τὰ ἐνοχλοῦντα. πάντες τοίνυν ἀπεστράφησαν καὶ ὡς πορρωτάτω ἀπῄεσαν, τιμὴν καὶ αἰδῶ

τῷ γινομένῳ νέμοντες. ὁ δὲ Μαρτιάλιος τοὺς καιροὺς πάντας παραφυλάττων, ἰδών τε αὐτὸν μεμονωμένον, ὡς δὴ κληθεὶς ὑπ̓ αὐτοῦ νεύματι ἐρῶν τι ἢ ἀκουσόμενος, προστρέχει, ἐπιστάς τε αὐτῷ τὰς ἐσθῆτας τῶν μηρῶν καθέλκοντι, ἀπεστραμμένον παίει ξιφιδίῳ, ὃ μετὰ χεῖρας ἔφερε λανθάνων. καιρίου δὲ τῆς πληγῆς ἐπὶ τῆς κατακλεῖδος γενομένης ἀπροσδοκήτως

τε καὶ ἀφυλάκτως ὁ Ἀντωνῖνος ἀνῃρέθη. πεσόντος δὲ αὐτοῦ πηδήσας ἵππῳ ἔφυγεν ὁ Μαρτιάλιος. Γερμανοὶ δὲ ἱππεῖς, οἷς ὁ Ἀντωνῖνος ἔχαιρε φρουροῖς τε τοῦ σώματος ἐχρῆτο, οὐ τοσοῦτον ἀφεστῶτες ὅσον οἱ λοιποί, πρῶτοί τε ἰδόντες τὸ γενόμενον, διώξαντες

τὸν Μαρτιάλιον κατηκόντισαν. ὡς δὲ καὶ ὁ λοιπὸς στρατὸς εἶδε τὸ πραχθέν, πάντες συνέδραμον,

p.121
καὶ πρῶτος ὁ Μακρῖνος ἐπιστὰς τῷ πτώματι ὀλοφύρεσθαί τε καὶ θρηνεῖν προσεποιεῖτο. ὅ τε στρατὸς πᾶς χαλεπῶς καὶ δυσφόρως ἤνεγκε τὸ πραχθέν: συστρατιώτην γὰρ καὶ κοινωνὸν τοῦ βίου, ἀλλ̓ οὐκ ἄρχοντα ᾤοντο ἀποβεβληκέναι. καὶ οὐδεμίαν πω ἐπιβουλὴν ὑπώπτευον ἐκ τοῦ Μακρίνου, ᾤοντο δὲ τὸν

Μαρτιάλιον οἰκείαν ἔχθραν ἀμύνασθαι. καὶ οἳ μὲν ἕκαστος ἐς τὰς σκηνὰς ἐπανῇσαν: ὁ δὲ Μακρῖνος πυρὶ παραδοὺς τὸ σωμάτιον, τήν τε κόνιν κάλπῃ τινὶ ἐμβαλών, ἔπεμψε τῇ μητρὶ αὐτοῦ καταθάψαι, ἐν Ἀντιοχείᾳ διατριβούσῃ. ἐκείνη δὲ ἐπὶ ταῖς τῶν παίδων ὁμοίαις συμφοραῖς εἴτε ἑκοῦσα εἴτε κελευσθεῖσα ἀπεκαρτέρησε. τοιούτῳ μὲν δὴ τέλει ἐχρήσατο ὁ Ἀντωνῖνος καὶ ἡ μήτηρ Ἰουλία, βιώσαντες ὡς προείρηται. πᾶς δὲ ὁ χρόνος ἐν ᾧ μόνος ἐβασίλευσεν ἄνευ τοῦ πατρὸς καὶ τοῦ ἀδελφοῦ, ἐν ἓξ ἔτεσι συνετελέσθη.