Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

Τὰ μὲν δὴ πραχθέντα Σἑ??ʼήρῳ βασιλεύσαντι ὀκτωκαίδεκα ἔτεσιν ἐν τῷ πρὸ τούτου βιβλίῳ δεδήλωται: οἱ δὲ υἱεῖς αὐτοῦ, ἤδη νεανίαι, ἅμα τῇ μητρὶ ἐς τὴν Ῥώμην ἠπείγοντο, ἤδη μὲν κατὰ τὴν ὁδὸν στασιάζοντες πρὸς ἀλλήλους. οὔτε γὰρ καταγωγαῖς ταῖς αὐταῖς ἐχρῶντο οὔτε συνειστιῶντο ἀλλήλοις: πολὺ δὲ τὸ ὕποπτον ἐν ἅπασιν ἐδέσμασί τε καὶ πόμασι, μή τις αὐτῶν προλαβὼν καὶ λαθών, ἤ τινας

p.100
ἀναπείσας τῶν ὑπηρετῶν, δηλητηρίῳ χρήσηται φαρμάκῳ.

ταύτῃ γοῦν καὶ τὴν ὁδοιπορίαν ἔτι μᾶλλον ἤπειγον, ἀδεέστερον ἑκάτερος βιώσεσθαι προσδοκῶν, εἰ ἐν τῇ Ῥώμῃ γένοιντο καὶ τὰ βασίλεια διελόμενοι ἐν πλατείᾳ καὶ πολλῇ οἰκήσει καὶ πάσης πόλεως μείζονι καθ̓ ἑαυτὸν ἑκάτερος διάγοι ὡς βούλοιτο.

ὡς δὲ ἀφίκοντο ἐς τὴν Ῥώμην, ὅ τε δῆμος αὐτοὺς δαφνηφορῶν ὑπεδέξατο ἥ τε σύγκλητος προσηγόρευσεν. ἡγοῦντο δ̓ αὐτοὶ μὲν τὴν βασίλειον φέροντες πορφύραν, εἵποντο δ̓ ὄπισθεν αὐτοῖς οἱ τὴν ὕπατον ἀρχὴν τότε διέποντες, κάλπην φέροντες ἔνθα ἦν τὰ Σἑ??ʼήρου λείψανα. οἵ τε προσαγορεύοντες τοὺς νέους αὐτοκράτορας παριόντες καὶ τὴν κάλπην προσεκύνουν.

ἐκείνην μὲν οὖν παραπέμψαντες, καὶ προπομπεύσαντες αὐτῆς, ἀπέθεντο ἐν τῷ νεῷ ἔνθα Μάρκου τε καὶ τῶν πρὸ αὐτοῦ βασιλέων ἱερὰ μνήματα δείκνυται: ἐπιτελέσαντες δὲ τὰς νενομισμένας ἱερουργίας ἐπὶ ταῖς βασιλικαῖς εἰσόδοις ἀνῆλθον ἐς τὰ βασίλεια.

διελόμενοι δὲ αὐτὰ ἑκάτερος ᾤκει, παραφράττοντές τε πάσας εἰσόδους, εἴ τινες ἦσαν λανθάνουσαι, μόναις δὲ ταῖς δημοσίοις καὶ αὐλείοις ἀνέδην χρώμενοι, φρουράς τε ἐπιστήσαντες ἰδίᾳ ἑκάτερος, οὐδὲ συνιόντες εἰ μὴ πρὸς ὀλίγον, ὅσον δημοσίᾳ, εἴ ποτε, ὀφθῆναι. ἐπετέλεσαν δὲ πρὸ ἁπάντων τὴν ἐς τὸν πατέρα τιμήν.