Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

ὁ δὲ Ἀντωνῖνος τοῦ πατρὸς ἀποθανόντος λαβόμενος ἐξουσίας, εὐθὺς ἀφ̓ ἑστίας πάντας φονεύειν ἤρξατο, τούς τε ἰατροὺς ἀνελών, οἳ μὴ ὑπήκουσαν αὐτῷ κελεύσαντι κακουργῆσαι καὶ τὸν θάνατον ἐπεῖξαι τοῦ γέροντος, τούς τε τροφεῖς αὑτοῦ καὶ τοῦ ἀδελφοῦ, ἐπειδὴ προσέκειντο λιπαροῦντες αὐτὸν ὑπὲρ ὁμονοίας: οὐδένα δὲ εἴασε περιγενέσθαι τῶν ἐν τιμῇ

γενομένων ἢ θεραπείᾳ τοῦ γέροντος. ἰδίᾳ τε δώροις καὶ μεγάλαις ὑποσχέσεσι τοὺς τῶν στρατοπέδων ἡγουμένους ἐθεράπευεν, ὅπως ἀναπείσειαν τὸν στρατὸν ἀποδεῖξαι μόνον αὐτοκράτορα, καὶ πᾶσαν μηχανὴν κατὰ τοῦ ἀδελφοῦ ἐζήτει. οὐ μὴν ἔπειθε τὸ στρατιωτικόν: μεμνημένοι δὲ τοῦ Σἑ??ʼήρου, καὶ ὅτι ἀμφοτέρους ἴσους δὴ ἐκ παίδων παραθρέψειαν, ἴσην αὐτοῖς

ὑπηρεσίαν καὶ εὔνοιαν παρείχοντο. ὁ δὲ Ἀντωνῖνος, ἐπεὶ μὴ προεχώρει αὐτῷ τὰ τῶν στρατοπέδων, σπεισάμενος

p.99
πρὸς τοὺς βαρβάρους, δούς τε εἰρήνην τά τε πιστὰ λαβών, ἐξῄει τε τῆς βαρβάρου πρός τε τὸν ἀδελφὸν ἤδη καὶ τὴν μητέρα ἠπείγετο. ὡς δὲ κατὰ τὸ αὐτὸ ἐγένοντο, συνάγειν αὐτοὺς ἡ μήτηρ ἐπειρᾶτο καὶ οἱ ἐν ἀξιώσει ὄντες καὶ σύνεδροι πατρῷοι φίλοι.

ὁ δὲ Ἀντωνῖνος, πάντων αὐτῷ πρὸς ἃ ἐβούλετο ἐναντιουμένων, ἀνάγκῃ μᾶλλον ἢ γνώμῃ ἐς ὁμόνοιαν καὶ φιλίαν ἐπίπλαστον μᾶλλον ἢ ἀληθῆ περιήγετο. οὕτω δὴ τὰ τῆς βασιλείας ἀμφότεροι διοικοῦντες ἐν ὁμοτίμῳ ἀρχῇ ἀπᾶραι τῆς Βρεττανίας ἠθέλησαν, ἔς τε τὴν Ῥώμην ἠπείγοντο κομίζοντες τὰ τοῦ πατρὸς λείψανα: τὸ γὰρ σωμάτιον πυρὶ παραδόντες, τήν τε κόνιν σὺν ἀρώμασιν ἐς κάλπην ἀλαβάστρου ἐμβαλόντες, ἀπεκόμιζον ἐς τὴν Ῥώμην, ἐς τὰ βασίλεια ἀποθησόμενοι

ἱερὰ μνήματα. αὐτοὶ δὲ τὸν στρατὸν ἀναλαβόντες νικηφόροι δὴ κατὰ Βρεττανῶν ἐς τὴν ἀντικειμένην Γαλλίαν, διαβάντες τὸν ὠκεανόν, ἀφίκοντο. ὅπως μὲν δὴ Σἑ??ʼῆρος τὸν βίον μετήλλαξε καὶ οἱ παῖδες αὐτῷ τὴν ἀρχὴν διεδέξαντο, ἐν τῷ βιβλίῳ τούτῳ δεδήλωται.