Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

τῆς δὲ ἐξόδου διαγγελθείσης κίνησις δὴ μεγίστη καταλαμβάνει τὸ στρατόπεδον, καὶ πάντες αὐτῷ συναπελθεῖν ἤθελον, ὡς ἀπαλλαγεῖεν μὲν τῆς ἐν τῇ πολεμίᾳ διατριβῆς, ἀπολαύσειαν δὲ τῆς ἐν Ῥώμῃ τρυφῆς. ἐπειδὴ δὲ διεφοίτησεν ἡ φήμη ἄγγελοί τε ἧκον κηρύττοντες τὴν τοῦ βασιλέως ἄφιξιν, ὑπερήσθη τε ὁ Ῥωμαίων δῆμος καὶ χρηστὰς εἶχεν ἐλπίδας νέου αὐτοκράτορος ἐπιδημίᾳ, πατρῴζειν τὸ μειράκιον ἡγούμενοι.

ἀνύσας δὲ τὴν ὁδοιπορίαν ὁ Κόμμοδος μετὰ νεανικῆς σπουδῆς, καὶ διαδραμὼν τὰς ἐν μέσῳ πόλεις,

p.13
ὑποδεχθείς τε πανταχοῦ βασιλικῶς καὶ δήμοις ἑορτάζουσιν ἐπιφανείς, ἀσπαστός τε καὶ ποθεινὸς πᾶσιν

ὤφθη. ὡς δὲ πλησίον ἐγένετο τῆς Ῥώμης, πᾶσά τε ἡ σύγκλητος βουλὴ καὶ πανδημεὶ ὅσοι τὴν Ῥώμην κατῴκουν ἄνθρωποι, μὴ κατασχόντες αὑτῶν ἀλλ̓ ἕκαστος φθάσαι θέλων, δαφνηφόροι τε καὶ πάντα ἐπιφερόμενοι ἄνθη τότε ἀκμάζοντα, ὡς ἕκαστος οἷός2τε ἦν, πόρρω τῆς πόλεως ὑπήντων, θεασόμενοι τὸν νέον

καὶ εὐγενῆ βασιλέα. ἐπόθουν γὰρ αὐτὸν ἀληθεῖ ψυχῆς διαθέσει ἅτε παῤ αὐτοῖς γεννηθέντα τε καὶ τραφέντα καὶ ἄνωθεν ἐκ τριγονίας βασιλέα τε καὶ εὐπατρίδην ὄντα Ῥωμαίων. τὸ μὲν γὰρ πρὸς πατρὸς αὐτῷ γένος ἐκ τῶν τῆς συγκλήτου βουλῆς ἐπισήμων ἦν: Φαυστῖνα δὲ ἡ μήτηρ βασίλισσα γεγένητο θυγάτηρ τε οὖσα Ἀντωνίνου τοῦ εὐσεβοῦς ἐπικληθέντος, καὶ Ἀδριανοῦ ἔγγονος κατὰ θηλυγονίαν, ἀνήνεγκε δὲ τὸ γένος αὕτη ἐπὶ Τραϊανὸν πρόπαππον.

γένους μὲν οὖν ὁ Κόμμοδος οὕτως εἶχε, πρὸς δὲ τῇ τῆς ἡλικίας ἀκμῇ καὶ τὴν ὄψιν ἦν ἀξιοθέατος σώματός τε συμμετρίᾳ καὶ κάλλει προσώπου μετ̓ ἀνδρείας. ὀφθαλμῶν τε γὰρ ἄρθμιαι καὶ πυρώδεις βολαί, κόμη τε φύσει ξανθὴ καὶ οὔλη, ὡς, εἴ ποτε φοιτῴη δἰ ἡλίου, τοσοῦτον ἐκλάμπειν αὐτῷ πυροειδές τι ὡς τοὺς μὲν οἴεσθαι ῥίνημα χρυσοῦ προϊόντι ἐπιπάσσεσθαι, τοὺς δὲ ἐκθειάζειν, λέγοντας αἴγλην τινὰ οὐράνιον περὶ τὴν κεφαλὴν συγγεγενῆσθαι. αὐτῷ: ἴουλοί τε αὐτοῦ κατιόντες ταῖς παρειαῖς ἐπήνθουν. τοιοῦτον δὴ θεασάμενοι τὸν βασιλέα οἱ Ῥωμαῖοι εὐφημίαις τε παντοδαπαῖς καὶ στεφάνων καὶ ἀνθέων

βολαῖς ὑπεδέχοντο. ὡς δ̓ ἐς τὴν Ῥώμην εἰσήλασεν, ἔς τε τοῦ Διὸς τὸ τέμενος καὶ τοὺς ἄλλους νεὼς ἀνελθὼν εὐθύς, τῇ συγκλήτῳ καὶ τοῖς ἐν Ῥώμῃ καταλειφθεῖσι

p.14
στρατιώταις χαριστήρια ὁμολογήσας τῆς φυλαχθείσης πίστεως, ἐς τὴν βασίλειον αὐλὴν ἀνεχώρησεν.