Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

τοιαῦτά τινα προφασιζομένου τοῦ μειρακίου οἱ μὲν ἄλλοι συνεστάλησάν τε τὴν ψυχήν, καὶ σκυθρωπαῖς ταῖς ὄψεσιν ἐς γῆν ἔνευσαν: Πομπηιανὸς δέ, ὃς πρεσβύτατός τε ἦν ἁπάντων καὶ κατ̓ ἐπιγαμίαν προσήκων αὐτῷ ʽσυνῴκει γὰρ τῇ πρεσβυτάτῃ τῶν ἀδελφῶν τοῦ Κομμόδοὐ ποθεῖν μέν σε ἔφη, τέκνον καὶ δέσποτα, τὴν πατρίδα εἰκός: καὶ γὰρ αὐτοὶ τῶν

οἴκοι ὁμοίᾳ ἐπιθυμίᾳ ἑαλώκαμεν. ἀλλὰ τὰ ἐνταῦθα προυργιαίτερα ὄντα καὶ μᾶλλον ἐπείγοντα ἐπέχει τὴν ἐπιθυμίαν. τῶν μὲν γὰρ ἐκεῖσε καὶ ὕστερον ἐπὶ πλεῖστον αἰῶνα ἀπολαύσεις, ἐκεῖ τε ἡ Ῥώμη ὅπου ποτ̓ ἂν ὁ βασιλεὺς ᾖ: τὸν δὲ πόλεμον ἀτελῆ καταλιπεῖν μετὰ τοῦ ἀπρεποῦς καὶ ἐπισφαλές: θάρσος γὰρ ἐμβαλοῦμεν τοῖς βαρβάροις, οὐκ ἐπανόδου πόθον ἀλλὰ

φυγὴν καὶ δέος ἡμῶν καταγνοῦσι. καλὸν δέ σοι χειρωσαμένῳ πάντας αὐτούς, καὶ τὴν ὑπὸ τῇ ἄρκτῳ ἀρχὴν ὠκεανῷ ὁρίσαντα, ἐπανελθεῖν οἴκαδε θριαμβεύοντί τε καὶ δεσμίους ἀπάγοντι καὶ αἰχμαλώτους βασιλεῖς τε καὶ σατράπας βαρβάρους: τούτοις γὰρ καὶ οἱ πρὸ σοῦ Ῥωμαῖοι μεγάλοι τε καὶ ἔνδοξοι γεγόνασι. δεδιέναι δέ σε οὐ χρὴ μή τις ἐκεῖ τοῖς πράγμασιν ἐπιθῆται. οἵ τε γὰρ ἄριστοι τῆς βουλῆς ἐνταῦθα σὺν σοί: ἥ τε στρατιωτικὴ δύναμις παροῦσα πᾶσα τῆς σῆς ἀρχῆς προασπίζει: ταμιεῖά τε χρημάτων βασιλικῶν ἐνταῦθα

p.12
πάντα: ἥ τε τοῦ πατρὸς μνήμη αἰώνιόν σοι πίστιν καὶ εὔνοιαν παρὰ τῶν ἀρχομένων ἐβεβαίωσεν.

τοιαῦτά τινα ἐς προτροπὴν καὶ τὴν πρὸς τὰ κρείττονα ὁρμὴν ὁ Πομπηιανὸς εἰπὼν διέτρεψε πρὸς ὀλίγον τὸ μειράκιον: αἰδεσθεὶς γὰρ ὁ Κόμμοδος τὰ λεχθέντα, οὐδέν τε οἷός2τε ὢν εὐλόγως ἀποκρίνασθαι, τοὺς φίλους ἀπεπέμψατο, φήσας ἀκριβέστερον καθ̓

αὑτὸν ἐπισκέψεσθαι τὸ πρακτέον. ἐγκειμένων δὲ τῶν περὶ αὐτὸν θεραπόντων οὐκέτι μὲν τοῖς φίλοις οὐδὲν ἐκοινώσατο, ἐκπέμψας δὲ γράμματα, καὶ διανείμας οἷς ἐδοκίμασε τῆς ὄχθης τοῦ Ἴστρου τὴν πρόνοιαν, προστάξας τε αὐτοῖς ἀνέχειν τὰς τῶν βαρβάρων ἐπιδρομάς, ἐπαγγέλλει τὴν ἔξοδον. οἳ μὲν οὖν διῴκουν τὰ ἐγκεχειρισμένα: οἳ καὶ οὐ πολλῷ χρόνῳ πλείστους τῶν βαρβάρων ὅπλοις ἐχειρώσαντο, τοὺς δὲ ἐπὶ μεγάλαις συντάξεσιν ἐς φιλίαν ἐπηγάγοντο, ῥᾷστα πείσαντες.

φύσει γὰρ τὸ βάρβαρον φιλοχρήματον, καὶ κινδύνων καταφρονήσαντες ἢ δἰ ἐπιδρομῆς καὶ ἐφόδου τὸ χρειῶδες πρὸς τὸν βίον πορίζονται, ἢ μεγάλων μισθῶν τὴν εἰρήνην ἀντικαταλλάσσονται. ἅπερ ὁ Κόμμοδος εἰδώς, καὶ τὸ ἀμέριμνον ὠνούμενος, ἀφειδῶς τε ἔχων χρημάτων, πάντα ἐδίδου τὰ αἰτούμενα.