Exordia

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

οἱ μὲν ἐπαινοῦντες, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς προγόνους ὑμῶν λόγον εἰπεῖν μοι δοκοῦσι προαιρεῖσθαι κεχαρισμένον, οὐ μὴν συμφέροντά γʼ ἐκείνοις οὓς ἐγκωμιάζουσιν ποιεῖν. περὶ γὰρ πραγμάτων ἐγχειροῦντες λέγειν ὧν οὐδʼ ἂν εἷς ἀξίως ἐφικέσθαι δύναιτο τῷ λόγῳ, αὐτοὶ μὲν τοῦ δύνασθαι λέγειν δόξαν ἐκφέρονται, τὴν δʼ ἐκείνων ἀρετὴν ἐλάττω τῆς ὑπειλημμένης παρὰ τοῖς ἀκούουσιν φαίνεσθαι ποιοῦσιν. ἐγὼ δὲ τῆς μὲν ἐκείνων ἀρετῆς μέγιστον ἔπαινον ἡγοῦμαι τὸν χρόνον, οὗ πολλοῦ γεγενημένου μείζω τῶν ὑπʼ ἐκείνων πραχθέντων οὐδένες ἄλλοι παραδείξασθαι δεδύνηνται·

αὐτὸς δὲ πειράσομαι τὸν τρόπον εἰπεῖν ὃν ἄν μοι δοκεῖτε μάλιστα δύνασθαι παρασκευάσασθαι. καὶ γὰρ οὕτως ἔχει· εἰ μὲν ἡμεῖς ἅπαντες οἱ λέγοντες δεινοὶ φανείημεν, οὐδὲν ἂν τὰ ὑμέτερʼ εὖ οἶδʼ ὅτι βέλτιον σχοίη· εἰ δὲ παρελθὼν εἷσ ὁστισοῦν δύναιτο διδάξαι καὶ πεῖσαι, τίς παρασκευὴ καὶ πόση καὶ πόθεν πορισθεῖσα χρήσιμος ἔσται τῇ πόλει, πᾶς ὁ παρὼν λέλυται φόβος. ἐγὼ δὲ τοῦτο, ἂν ἄρʼ οἷός τʼ ὦ, πειράσομαι ποιῆσαι, μικρὰ προειπὼν ὑμῖν ὡς ἔχω γνώμης περὶ τῶν πρὸς τὸν βασιλέα.