Exordia

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

πολλῶν, ὦ ἄνδρες Ἀθηναῖοι, λόγων εἰρημένων παρὰ πάντων τῶν συμβεβουλευκότων, οὐδὲν ὑμᾶς νῦν ὁρῶ ὄντας ἐγγυτέρω τοῦ τί πρακτέον ηὑρῆσθαι ἢ πρὶν εἰς τὴν ἐκκλησίαν ἀναβῆναι. αἴτιον δὲ τούτου ταὔθʼ ὅπερ οἶμαι τοῦ κακῶς ἔχειν τὰ ὅλα· οὐ γὰρ παραινοῦσιν ὑμῖν ὑπὲρ τῶν παρόντων οἱ λέγοντες, ἀλλʼ ἑαυτῶν κατηγοροῦσι καὶ λοιδοροῦνται, ὡς μὲν ἐγὼ κρίνω, συνεθίζοντες ὑμᾶς ἄνευ κρίσεως, ὅσων εἰσὶν αἴτιοι κακῶν, ἀκούειν, ἵνʼ ἄν ποτʼ ἄρʼ εἰς ἀγῶνα καθιστῶνται, μηδὲν ἡγούμενοι καινὸν ἀκούειν, ἀλλʼ ὑπὲρ ὧν ὤργισθε πολλάκις, πραότεροι δικασταὶ καὶ κριταὶ γίγνησθε τῶν πεπραγμένων αὐτοῖς.

τὴν μὲν οὖν αἰτίαν διʼ ἣν ταῦτα ποιοῦσιν, ἴσως ἀνόητον ἀκριβῶς ζητεῖν εἴη ἂν ἐν τῷ παρόντι· ὅτι δʼ ὑμῖν οὐχὶ συμφέρει, διὰ τοῦτʼ ἐπιτιμῶ. ἐγὼ δʼ οὔτε κατηγορήσω τήμερον οὐδενός, οὔθʼ ὑποσχήσομαι τοιοῦτʼ οὐδὲν ὃ μὴ παραχρῆμʼ ἐπιδείξω, οὐδʼ ὅλως τῶν αὐτῶν τούτοις οὐδὲν ποιήσω· ἀλλʼ ἃ βέλτιστα μὲν τοῖς πράγμασιν, συμφέροντα δὲ τοῖς βουλευομένοις ὑμῖν ἡγοῦμαι, ταῦθʼ ὡς ἂν δύνωμαι διὰ βραχυτάτων εἰπὼν καταβήσομαι.