Exordia

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

βουλοίμην ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ ὧν ηὐδοκίμηκε λέγων παρʼ ὑμῖν ὁ δεῖνα, ἐπὶ τῶν ἔργων πραττομένων ἴσον αὐτῷ τὸν ἔπαινον γενέσθαι· οὔτε γὰρ τούτῳ κακόνους εἰμὶ μὰ τοὺς θεοὺς ὑμῖν τʼ ἀγαθὸν ἄν τι γίγνεσθαι βουλοίμην. ἀλλʼ ὁρᾶτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ κεχωρισμένον ᾖ λόγον εἰπεῖν εὖ καὶ προελέσθαι πράγματα συμφέροντα, καὶ τὸ μὲν ῥήτορος ἔργον ᾖ, τὸ δὲ νοῦν ἔχοντος ἀνθρώπου.

ὑμεῖς τοίνυν οἱ πολλοί, καὶ μάλισθʼ οἱ πρεσβύτατοι, λέγειν μὲν οὐκ ὀφείλεθʼ ὁμοίως δύνασθαι τοῖς δεινοτάτοις· τῶν γὰρ εἰθισμένων τοῦτο τὸ πρᾶγμα· νοῦν δʼ ἔχειν ὀφείλεθʼ ὁμοίως καὶ μᾶλλον τούτων· αἱ γὰρ ἐμπειρίαι καὶ τὸ πόλλʼ ἑορακέναι τοῦτʼ ἐμποιοῦσι. μὴ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, φανῆτʼ ἀγνοοῦντες ἐν τῷ παρόντι νῦν ὅτι αἱ διὰ τῶν λόγων ἀνδρεῖαι καὶ θρασύτητες, ἐὰν μὴ μεθʼ ὑπαρχούσης ὦσι παρασκευῆς καὶ ῥώμης, ἀκοῦσαι μέν εἰσιν ἡδεῖαι, πράττειν δʼ ἐπικίνδυνοι.