Exordia

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

ἔδει μέν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ δίκαιον ἦν τότε πείθειν ὑμᾶς ὅ τι ἄριστον ἕκαστος ἡγεῖτο, ὅτʼ ἐβουλεύεσθε τὸ πρῶτον περὶ τούτων, ἵνα μὴ συνέβαινεν ἃ δὴ δύο πάντων ἐστὶν ἀλυσιτελέστατα τῇ πόλει, μήτε πέρας μηδὲν εἶχεν τῶν ὑμῖν δοξάντων, παρανοίας θʼ ὑμεῖς κατεγιγνώσκεθʼ ὑμῶν αὐτῶν μεταβουλευόμενοι. ἐπειδὴ δὲ σιωπήσαντες τότε νῦν ἐπιτιμῶσί τινες, βούλομαι μικρὰ πρὸς αὐτοὺς εἰπεῖν.

ἐγὼ γὰρ θαυμάζω τὸν τρόπον τῆς πολιτείας τῆς τούτων, μᾶλλον δʼ ἡγοῦμαι φαῦλον. εἰ γὰρ ἐξὸν παραινεῖν ὅταν σκοπῆτε, βεβουλευμένων κατηγορεῖν αἱροῦνται, συκοφαντῶν ἔργον, οὐχ, ὡς φασίν, εὔνων ποιοῦσιν ἀνθρώπων. ἡδέως δʼ ἂν ἐροίμην αὐτούς ʽκαὶ μηδεμιᾶς λοιδορίας ὃ μέλλω λέγειν ἀρχὴ γενέσθὠ τί δὴ τἄλλʼ ἐπαινοῦντες Λακεδαιμονίους, ὃ μάλιστʼ ἄξιόν ἐστιν τῶν παρʼ ἐκείνοις ἄγασθαι, τοῦτʼ οὐ μιμοῦνται, μᾶλλον δʼ αὐτὸ τοὐναντίον ποιοῦσιν;

φασὶ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, παρʼ ἐκείνοις μέχρι μὲν τοῦ δόξαι γνώμην, ἣν ἂν ἕκαστος ἔχῃ, λέγειν, ἐπειδὰν δʼ ἐπικυρωθῇ, ταῦθʼ ἅπαντας ἐπαινεῖν καὶ συμπράττειν, καὶ τοὺς ἀντειπόντας. τοιγάρτοι πολλῶν μὲν ὄντες οὐ πολλοὶ περιγίγνονται, λαμβάνουσι δέ, ὅσʼ ἂν μὴ τῷ πολέμῳ δύνωνται, τοῖς καιροῖς, οὐδεὶς δʼ αὐτοὺς ἐκφεύγει χρόνος οὐδὲ τρόπος τοῦ τὰ συμφέρονθʼ ἑαυτοῖς περαίνειν, οὐ μὰ Δίʼ οὐχ ὥσπερ ἡμεῖς καὶ διὰ τούτους καὶ τοὺς ὁμοίους τούτοις, ἀλλήλων περιγιγνόμενοι καὶ οὐχὶ τῶν ἐχθρῶν, πάντʼ ἀνηλώκαμεν τὸν χρόνον,

κἂν μὲν εἰρήνην τις ἐκ πολέμου ποιήσῃ, τοῦτον μισοῦντες, ἂν δʼ ἐξ εἰρήνης πόλεμόν τις λέγῃ, τούτῳ μαχόμενοι, ἂν δʼ ἔχειν ἡσυχίαν τις παραινῇ καὶ τὰ ἡμέτερʼ αὐτῶν πράττειν, οὐδὲ τοῦτον ὀρθῶς λέγειν φάσκοντες, ὅλως δʼ αἰτιῶν καὶ κενῶν ἐλπίδων ὄντες πλήρεις. τί οὖν, ἄν τις εἴποι, σὺ παραινεῖς, ἐπειδὴ ταῦτʼ ἐπιτιμᾷς; ἐγὼ νὴ Δίʼ ἐρῶ.