Exordia

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

δεῖ δὲ πράξεώς τινος τὸν λέγοντα φανῆναι σύμβουλον, διʼ ἣν καὶ μετὰ ταῦτʼ ἀγαθοῦ τινος ὑμῖν ἔσται παρουσία. τοῦτο δʼ ἤδη καὶ σπάνιον καὶ χαλεπὸν πεπειραμένος οἶδʼ ὂν εὑρεῖν. οὐδὲ γὰρ αὔταρκες τὸ ἰδεῖν ἐστι τὰ τοιαῦτα, ἂν μὴ καὶ πεῖσαί τις τοὺς συναρουμένους ὑμᾶς δυνηθῇ. οὐ μὴν ἀλλʼ ἐμὸν μὲν ἔργον εἰπεῖν ἴσως ἃ πέπεικʼ ἐμαυτὸν συμφέρειν, ὑμέτερον δʼ ἀκούσαντας κρῖναι, κἂν ἀρέσκῃ, χρῆσθαι.

ΛΔ

οὐκ ἄδηλον ἦν, ὦ ἄνδρες Ἀθηναῖοι, πρῴην, ὅτε τῶν ἀντιλέγειν βουλομένων οἷς ὁ δεῖνʼ ἔλεγεν οὐκ ᾤεσθʼ ἀκούειν χρῆναι, ὅτι συμβήσεται τοῦθʼ ὃ νυνὶ γίγνεται, ὅτι οἱ τότε κωλυθέντες ἐροῖεν εἰς ἑτέραν ἐκκλησίαν. ἂν τοίνυν ταὔθʼ ἅπερ πρότερον ποιήσητε, καὶ τῶν τοῖς τότε δόξασι συνειπεῖν βουλομένων μὴ ʼθελήσητʼ ἀκοῦσαι, πάλιν ταῦτʼ εἰς τὴν ἑτέραν ἐκκλησίαν οὗτοι λαβόντες τούτων κατηγορήσουσιν.

οὐδαμῶς, ὦ ἄνδρες Ἀθηναῖοι, οὔτε τὰ πράγματα χείρω γένοιτʼ ἄν, οὔθʼ ὑμεῖς ἀτοπώτεροι φανείητε, ἢ εἰ μήτε τῶν δοξάντων ὑμῖν πέρας μηδὲν ἔχειν δοκοίη, μήτʼ ἀφέντες ἃ μὴ συμφέρει, τῶν πρὸ ὁδοῦ τι περαίνοιτε, εἴητε δʼ ὥσπερ τὰ θέατρα τῶν προκαταλαμβανόντων. μηδαμῶς, ὦ ἄνδρες Ἀθηναῖοι, ἀλλὰ πονήσαντες τὸν πόνον τοῦτον καὶ παρασχόντες ἴσους ἀκροατὰς ἀμφοτέροις ὑμᾶς αὐτοὺς πρῶτον μὲν ἕλεσθʼ ὅ τι καὶ ποιήσετε, ἔπειθʼ ὑπολαμβάνετε, ἐάν τις ἐναντιῶται τοῖς ἅπαξ οὕτω δοκιμασθεῖσι, πονηρὸν καὶ κακόνουν ὑμῖν.

τὸ μὲν γὰρ λόγου μὴ τυχόντα πεπεῖσθαι βέλτιον τῶν ὑμῖν δοκούντων αὐτὸν ἐντεθυμῆσθαι συγγνώμη· τὸ δʼ ἀκουσάντων ὑμῶν καὶ διακρινάντων ἔτʼ ἀναισχυντεῖν, καὶ μὴ συγχωρεῖν ἐνδόντα τῇ τῶν πλειόνων γνώμῃ, ἄλλην τινʼ ἂν ὑποψίαν οὐχὶ δικαίαν ἔχειν φανείη. ἐγὼ μὲν δὴ σιωπᾶν ἂν ᾤμην δεῖν ἐν τῷ παρόντι, εἰ μένοντας ὑμᾶς ἑώρων ἐφʼ ὧν ἔδοξεν· εἰμὶ γὰρ τῶν ἐκεῖνα πεπεισμένων συμφέρειν ὑμῖν· ἐπειδὴ δʼ ὑπὸ τῶν παρὰ τούτων λόγων μεταβεβλῆσθαί μοί τινες δοκοῦσιν, ὡς οὔτʼ ἀληθῆ λέγουσιν οὔθʼ ὑμῖν συμφέροντα, ἴσως μὲν εἰδότας, οὐ μὴν ἀλλʼ εἰ καὶ τυγχάνετʼ ἀγνοοῦντες, διδάξω.