Exordia

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

εἰ καὶ τὸν ἄλλον χρόνον, ὦ ἄνδρες Ἀθηναῖοι, μηδενὶ συμπολιτευόμενοι τοσαύτην ἤγομεν ἡσυχίαν ὅσηνπερ ἐν τῷ παρόντι, οὔτε τὰ νῦν ἂν γεγενημένα συμβῆναι νομίζω, τῶν τʼ ἄλλων οἶμαι πολλὰ βέλτιον ἂν ἡμῖν ἔχειν. νῦν δʼ ὑπὸ τῆς ἐνίων ἀσελγείας οὔτε παρελθεῖν οὔτʼ εἰπεῖν οὔθʼ ὅλως λόγου τυχεῖν ἔστιν.

ὅθεν συμβαίνει πολλὰ καὶ οὐκ ἐπιτήδειʼ ἴσως. εἰ μὲν οὖν ἀεὶ ταὐτά, πυνθάνεσθαι, καὶ σκοπεῖν ὅ τι χρὴ ποιῆσαι, καὶ πάσχειν οἷάπερ νυνὶ βούλεσθε, ψηφιεῖσθʼ ἅπερ ἐκ τῶν παρεληλυθότων χρόνων, καθέλκειν τριήρεις, ἐμβαίνειν, εἰσφέρειν, πάντα ταῦτʼ ἤδη· ἃ τριῶν ἡμερῶν ἢ πέντε, ἂν σιωπηθῇ τὰ παρὰ τῶν πολεμίων καὶ σχῶσιν ἡσυχίαν ἐκεῖνοι, πάλιν οὐκέτι καιρὸν εἶναι πράττειν ὑπολήψεσθε. ὅπερ, ἡνίκʼ ἐν Ἑλλησπόντῳ Φίλιππον ἠκούσαμεν, συνέβη, καὶ πάλιν ἡνίκʼ εἰς Μαραθῶνα τριήρεις αἱ λῃστρίδες προσέσχον.

ὡς γὰρ ἂν χρήσαιτό τις, ὦ ἄνδρες Ἀθηναῖοι, καλῶς δυνάμει παρεσκευασμένῃ, οὕτως ὑμεῖς εἰώθατε τῷ βουλεύεσθαι χρῆσθαι, ὀξέως. δεῖ δὲ βουλεύεσθαι μὲν ἐφʼ ἡσυχίας, ποιεῖν δὲ τὰ δόξαντα μετὰ σπουδῆς, καὶ λογίσασθαι τοῦθʼ ὅτι εἰ μὴ καὶ τροφὴν ἱκανὴν ποριεῖτε καὶ στρατηγόν τινα τοῦ πολέμου νοῦν ἔχοντα προστήσεσθε καὶ μένειν ἐπὶ τῶν οὕτω δοξάντων ἐθελήσετε, ψηφίσμαθʼ ὑμῖν περιέσται, καὶ παραναλώσετε μὲν πάνθʼ ὅσʼ ἂν δαπανήσητε, βελτίω δʼ οὐδʼ ὁτιοῦν τὰ πράγματʼ ἔσται, κρινεῖτε δʼ ὃν ἂν βούλησθʼ ὀργισθέντες. ἐγὼ δὲ βούλομαι τοὺς ἐχθροὺς ὑμᾶς ἀμυνομένους ὀφθῆναι πρότερον ἢ τοὺς πολίτας κρίνοντας· οὐ γὰρ ἡμῖν αὐτοῖς πολεμεῖν μᾶλλον ἢ ʼκείνοις ἐσμὲν δίκαιοι.

ἵνʼ οὖν μή, τὸ ῥᾷστον ἁπάντων, ἐπιτιμήσω μόνον, ὃν τρόπον ἄν μοι δοκεῖτε ταῦτα ποιῆσαι διδάξω, δεηθεὶς ὑμῶν μὴ θορυβῆσαι μηδʼ ἀναβάλλειν νομίσαι με καὶ χρόνον ἐμποιεῖν. οὐ γὰρ οἱ ταχὺ καὶ τήμερον εἰπόντες μάλιστʼ εἰς τὸ δέον λέγουσιν ʽοὐ γὰρ ἂν τά γʼ ἤδη γεγενημένα κωλῦσαι δυνηθείημεν τῇ νυνὶ βοηθείᾀ, ἀλλʼ ὃς ἂν δείξῃ τίς πορισθεῖσα παρασκευὴ διαμεῖναι δυνήσεται, τέως ἂν ἢ περιγενώμεθα τῶν ἐχθρῶν ἢ πεισθέντες διαλυσώμεθα τὸν πόλεμον· οὕτω γὰρ οὐκέτι τοῦ λοιποῦ πάσχοιμεν ἂν κακῶς.