Exordia

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

μεθʼ ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, παρελήλυθα βουλευσόμενος, πότερον χρή με λέγειν ἢ μή. διὸ δʼ αὐτὸς τοῦτʼ ἀπορῶ κρῖναι, φράσω πρὸς ὑμᾶς. ἀναγκαῖον εἶναί μοι δοκεῖ τῷ μήθʼ αὑτῷ μήτε τισὶν χαρίσασθαι βουλομένῳ, ἀλλʼ ὑπὲρ ὑμῶν εἰπεῖν ἃ πέπεικεν ἑαυτὸν μάλιστα συμφέρειν, καὶ συνειπεῖν ἃ καλῶς λέγουσιν ἀμφότεροι, καὶ τοὐναντίον ἀντειπεῖν ὅσα μὴ δίκαιʼ ἀξιοῦσιν. εἰ μὲν οὖν ὑμεῖς ὑπομείναιτʼ ἀκοῦσαι ταῦτʼ ἀμφότερα διὰ βραχέων, πολλῷ βέλτιον ἂν περὶ τῶν λοιπῶν βουλεύσαισθε· εἰ δὲ πρὶν μαθεῖν ἀποσταίητε, γένοιτʼ ἂν ἐμοὶ μηδετέρους ἀδικοῦντι πρὸς ἀμφοτέρους διαβεβλῆσθαι. τοῦτο δʼ οὐχὶ δίκαιός εἰμι παθεῖν. ἐὰν μὲν οὖν κελεύητε, ἕτοιμός εἰμι λέγειν· εἰ δὲ μή, καὶ σιωπᾶν ἔχει μοι καλῶς.

Κ

καὶ δίκαιον, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ συμφέρον ὑμῖν ἡγοῦμαι τὰς μὲν αἰτίας καὶ τὰς κατηγορίας, ὅταν βουλεύεσθαι δέῃ, παραλείπειν, περὶ τῶν παρόντων δὲ λέγειν ὅ τι βέλτιστον ἕκαστος ἡγεῖται. ὅτι μὲν γάρ τινων αἰτίων ὄντων κακῶς τὰ πράγματʼ ἔχει, πάντες ἐπιστάμεθα· ἐξ ὅτου δὲ τρόπου βελτίω δύναιτʼ ἂν γενέσθαι, τοῦτο τοῦ συμβουλεύοντος ἔργον εἰπεῖν.

ἔπειτʼ ἔγωγε νομίζω καὶ κατηγόρους εἶναι τῶν ἀδικούντων χαλεποὺς οὐ τοὺς ἐν τοιούτοις καιροῖς ἐξετάζοντας τὰ πεπραγμένα, ὅτʼ οὐδεμίαν δώσουσι δίκην, ἀλλὰ τοὺς τοιοῦτό τι συμβουλεῦσαι δυνηθέντας ἀφʼ οὗ βελτίω τὰ παρόντα γένοιτʼ ἄν· διὰ γὰρ τούτους ἐφʼ ἡσυχίας καὶ παρʼ ἐκείνων ἐγγένοιτʼ ἂν ὑμῖν δίκην λαβεῖν.

τοὺς μὲν οὖν ἄλλους λόγους πάντας περιέργους ἡγοῦμαι, ἃ δʼ ἂν οἶμαι συνενεγκεῖν περὶ ὧν νυνὶ σκοπεῖτε, ταῦτʼ εἰπεῖν πειράσομαι, τοσοῦτον ἀξιώσας μόνον· ἂν ἄρα του μεμνῶμαι τῶν πεπραγμένων, μὴ κατηγορίας μʼ ἕνεχʼ ἡγεῖσθε λέγειν, ἀλλʼ ἵνα δείξας ἃ τόθʼ ἡμάρτετε, νῦν ἀποτρέψω ταὐτὰ παθεῖν.