Exordia

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

καὶ δίκαιον, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ συμφέρον ὑμῖν ἡγοῦμαι τὰς μὲν αἰτίας καὶ τὰς κατηγορίας, ὅταν βουλεύεσθαι δέῃ, παραλείπειν, περὶ τῶν παρόντων δὲ λέγειν ὅ τι βέλτιστον ἕκαστος ἡγεῖται. ὅτι μὲν γάρ τινων αἰτίων ὄντων κακῶς τὰ πράγματʼ ἔχει, πάντες ἐπιστάμεθα· ἐξ ὅτου δὲ τρόπου βελτίω δύναιτʼ ἂν γενέσθαι, τοῦτο τοῦ συμβουλεύοντος ἔργον εἰπεῖν.

ἔπειτʼ ἔγωγε νομίζω καὶ κατηγόρους εἶναι τῶν ἀδικούντων χαλεποὺς οὐ τοὺς ἐν τοιούτοις καιροῖς ἐξετάζοντας τὰ πεπραγμένα, ὅτʼ οὐδεμίαν δώσουσι δίκην, ἀλλὰ τοὺς τοιοῦτό τι συμβουλεῦσαι δυνηθέντας ἀφʼ οὗ βελτίω τὰ παρόντα γένοιτʼ ἄν· διὰ γὰρ τούτους ἐφʼ ἡσυχίας καὶ παρʼ ἐκείνων ἐγγένοιτʼ ἂν ὑμῖν δίκην λαβεῖν.