Exordia

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

ἴσως ἐπίφθονον ἄν τισιν, ὦ ἄνδρες Ἀθηναῖοι, δόξειεν εἶναι, εἴ τις ὢν ἰδιώτης καὶ τῶν πολλῶν ὑμῶν εἷς, ἑτέρων συμβεβουλευκότων, οἳ καὶ τῷ πάλαι πολιτεύεσθαι καὶ τῷ παρʼ ὑμῖν δόξαν ἔχειν προέχουσιν, παρελθὼν εἴποι, ὅτι οὐ μόνον αὑτῷ δοκοῦσιν οὐκ ὀρθῶς λέγειν, ἀλλʼ οὐδʼ ἐγγὺς εἶναι τοῦ τὰ δέοντα γιγνώσκειν. οὐ μὴν ἀλλʼ ἔγωγʼ οὕτω σφόδρʼ οἶμαι μᾶλλον ὑμῖν συμφέροντʼ ἐρεῖν τούτων, ὥστʼ οὐκ ὀκνήσω πάνθʼ ἃ τυγχάνουσιν εἰρηκότες, ἄξια μηδενὸς εἶναι φῆσαι. νομίζω δὲ καὶ ὑμᾶς ὀρθῶς ἂν ποιεῖν, εἰ μὴ τὸν λέγοντα, ἀλλὰ τὰ συμβουλευόμενα σκοποῖτε. δεῖ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν παρʼ ὑμῶν εὔνοιαν μή τισιν, ὥσπερ ἐκ γένους, ἀλλὰ τοῖς τὰ βέλτιστʼ ἀεὶ λέγουσιν ὑπάρχειν.

ΙΔ

βουλοίμην ἂν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, προσέχοντας, ἃ μέλλω λέγειν, ἀκοῦσαι· καὶ γάρ ἐστιν οὐ μικρά. ἐγὼ θαυμάζω τί δή ποτε, πρὶν μὲν εἰς τὴν ἐκκλησίαν ἀναβῆναι, ὅτῳ τις ἂν ὑμῶν ἐντύχῃ, οὗτος εὐπόρως εἰπεῖν ἔχει διʼ ὧν ἂν τὰ παρόντα πράγματα βελτίω γένοιτο· καὶ πάλιν αὐτίκα δὴ μάλʼ ἐὰν ἀπέλθητε, ὁμοίως ἕκαστος ἐρεῖ τὰ δέοντα· ἐν δὲ τῷ περὶ τούτων σκοπεῖν ὄντες καὶ συνειλεγμένοι πάντα μᾶλλον ἢ ταῦτα λεγόντων τινῶν ἀκούετε.