Against Conon

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

τί γὰρ ἄν; ἀλλʼ ὑφʼ οὗ γε πρώτου ἐπλήγην καὶ μάλισθʼ ὑβρίσθην, τούτῳ καὶ δικάζομαι καὶ μισῶ καὶ ἐπεξέρχομαι. καὶ τὰ μὲν παρʼ ἐμοῦ πάνθʼ οὕτως ἐστὶν ἀληθῆ καὶ φαίνεται· τούτῳ δὲ μὴ παρασχομένῳ τούτους μάρτυρας ἦν δήπου λόγος οὐδείς, ἀλλʼ ἑαλωκέναι παραχρῆμʼ ὑπῆρχε σιωπῇ. συμπόται δʼ ὄντες τούτου καὶ πολλῶν τοιούτων ἔργων κοινωνοὶ εἰκότως τὰ ψευδῆ μεμαρτυρήκασιν. εἰ δʼ ἔσται τὸ πρᾶγμα τοιοῦτον, ἐὰν ἅπαξ ἀπαναισχυντήσωσίν τινες καὶ τὰ ψευδῆ φανερῶς τολμήσωσι μαρτυρεῖν, οὐδὲν δὲ τῆς ἀληθείας ὄφελος, πάνδεινον ἔσται πρᾶγμα.

ἀλλὰ νὴ Δίʼ οὐκ εἰσὶ τοιοῦτοι. ἀλλʼ ἴσασιν ὑμῶν, ὡς ἐγὼ νομίζω, πολλοὶ καὶ τὸν Διότιμον καὶ τὸν Ἀρχεβιάδην καὶ τὸν Χαιρήτιον τὸν ἐπιπόλιον τουτονί, οἳ μεθʼ ἡμέραν μὲν ἐσκυθρωπάκασιν καὶ λακωνίζειν φασὶ καὶ τρίβωνας ἔχουσιν καὶ ἁπλᾶς ὑποδέδενται, ἐπειδὰν δὲ συλλεγῶσιν καὶ μετʼ ἀλλήλων γένωνται, κακῶν καὶ αἰσχρῶν οὐδὲν ἐλλείπουσι.

καὶ ταῦτα τὰ λαμπρὰ καὶ νεανικά ἐστιν αὐτῶν οὐ γὰρ ἡμεῖς μαρτυρήσομεν ἀλλήλοις; οὐ γὰρ ταῦθʼ ἑταίρων ἐστὶ καὶ φίλων; τί δὲ καὶ δεινόν ἐστιν ὧν παρέξεται κατὰ σοῦ; τυπτόμενόν φασί τινες ὁρᾶν; ἡμεῖς δὲ μηδʼ ἧφθαι τὸ παράπαν μαρτυρήσομεν. ἐκδεδύσθαι θοἰμάτιον; τοῦτʼ ἐκείνους προτέρους πεποιηκέναι ἡμεῖς μαρτυρήσομεν. τὸ χεῖλος ἐρράφθαι; τὴν κεφαλὴν δέ γʼ ἡμεῖς ἢ ἕτερόν τι κατεαγέναι φήσομεν.

ἀλλὰ καὶ μάρτυρας ἰατροὺς παρέχομαι. τοῦτʼ οὐκ ἔστιν, ὦ ἄνδρες δικασταί, παρὰ τούτοις· ὅσα γὰρ μὴ διʼ αὑτῶν, οὐδενὸς μάρτυρος καθʼ ἡμῶν εὐπορήσουσιν. ἡ δʼ ἀπʼ αὐτῶν ἑτοιμότης οὐδʼ ἂν εἰπεῖν μὰ τοὺς θεοὺς δυναίμην ὅση καὶ οἵα πρὸς τὸ ποιεῖν ὁτιοῦν ὑπάρχει. ἵνα δʼ εἰδῆθʼ οἷα καὶ διαπραττόμενοι περιέρχονται, λέγʼ αὐτοῖς ταυτασὶ τὰς μαρτυρίας, σὺ δʼ ἐπίλαβε τὸ ὕδωρ.

ΜΑΡΤΥΡΙΑΙ.