Against Conon
Demosthenes
Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
εἰ δʼ ἄρʼ ἠγνόησε ταῦτα, καὶ τοῦτο τὸ δίκαιον ἔχων, ὡς νῦν φήσει, οὐ παρεσκευάσατʼ ὑπὲρ τηλικούτου κινδύνου, ἐπειδή γʼ ἀνεστηκὼς ἤδη προσεκαλεσάμην αὐτόν, ἐν τῇ πρώτῃ συνόδῳ πρὸς τῷ διαιτητῇ παραδιδοὺς ἐφαίνετʼ ἄν· ὧν οὐδὲν πέπρακται τούτῳ. ὅτι δʼ ἀληθῆ λέγω καὶ διακρούσεως ἕνεχʼ ἡ πρόκλησις ἦν, λέγε ταύτην τὴν μαρτυρίαν· ἔσται γὰρ ἐκ ταύτης φανερόν.
ΜΑΡΤΥΡΙΑ.
περὶ μὲν τοίνυν τῆς βασάνου ταῦτα μέμνησθε, τὴν ὥραν ἡνίκα προὐκαλεῖτο, ὧν ἕνεκʼ ἐκκρούων ταῦτʼ ἐποίει, τοὺς χρόνους τοὺς πρώτους, ἐν οἷς οὐδαμοῦ τοῦτο βουληθεὶς τὸ δίκαιον αὑτῷ γενέσθαι φαίνεται, οὐδὲ προκαλεσάμενος, οὐδʼ ἀξιώσας. ἐπειδὴ τοίνυν ταὐτὰ πάντʼ ἠλέγχεθʼ ἅπερ καὶ νῦν, πρὸς τῷ διαιτητῇ, καὶ φανερῶς ἐδείκνυτο πᾶσιν ὢν ἔνοχος τοῖς ἐγκεκλημένοις,
ἐμβάλλεται μαρτυρίαν ψευδῆ καὶ ἐπιγράφεται μάρτυρας ἀνθρώπους οὓς οὐδʼ ὑμᾶς ἀγνοήσειν οἴομαι, ἐὰν ἀκούσητε, Διότιμος Διοτίμου Ἰκαριεύς, Ἀρχεβιάδης Δημοτέλους Ἁλαιεύς, Χαιρήτιος Χαιριμένους Πιθεὺς μαρτυροῦσιν ἀπιέναι ἀπὸ δείπνου μετὰ Κόνωνος, καὶ προσελθεῖν ἐν ἀγορᾷ μαχομένοις Ἀρίστωνι καὶ τῷ υἱεῖ τῷ Κόνωνος,
καὶ μὴ πατάξαι Κόνωνα Ἀρίστωνα, ὡς ὑμᾶς εὐθέως πιστεύσοντας, τὸ δʼ ἀληθὲς οὐ λογιουμένους, ὅτι πρῶτον μὲν οὐδέποτʼ ἂν οὔθʼ ὁ Λυσίστρατος οὔθʼ ὁ Πασέας οὔθʼ ὁ Νικήρατος οὔθʼ ὁ Διόδωρος, οἳ διαρρήδην μεμαρτυρήκασιν ὁρᾶν ὑπὸ Κόνωνος τυπτόμενον ἐμὲ καὶ θοἰμάτιον ἐκδυόμενον καὶ τἄλλʼ ὅσʼ ἔπασχον ὑβριζόμενον, ἀγνῶτες ὄντες κἀπὸ ταὐτομάτου παραγενόμενοι τῷ πράγματι τὰ ψευδῆ μαρτυρεῖν ἠθέλησαν, εἰ μὴ ταῦθʼ ἑώρων πεπονθότα· ἔπειτʼ αὐτὸς ἐγὼ οὐδέποτʼ ἄν, μὴ παθὼν ὑπὸ τούτου ταῦτα, ἀφεὶς τοὺς καὶ παρʼ αὐτῶν τούτων ὁμολογουμένους τύπτειν ἐμὲ πρὸς τὸν οὐδʼ ἁψάμενον πρῶτον εἰσιέναι προειλόμην.