On the Trierarchic Crown

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

εἶθʼ ὥσπερ οὐχὶ πολιτείας κοινῆς μετέχοντες καὶ διὰ ταῦτα τῷ βουλομένῳ λέγειν ἐξόν, ἀλλʼ ἱερωσύνην ἰδίαν αὐτοί τινα ταύτην ἔχοντες, ἐὰν ὑπὲρ τῶν δικαίων ἐν ὑμῖν τις εἴπῃ, δεινὰ πάσχουσιν καὶ θρασὺν εἶναί φασιν. καὶ εἰς τοσοῦτον ἀναισθησίας προήκουσιν, ὥστʼ οἴονται τὸν ἅπαξ εἰρηκότʼ ἂν καλέσωσιν ἀναιδῆ, σφᾶς αὐτοὺς πάντʼ ἂν τὸν βίον καλοὺς κἀγαθοὺς νομίζεσθαι.

καίτοι διὰ μὲν τὰς τούτων δημηγορίας πολλὰ χεῖρον ἔχει, διὰ τοὺς δʼ οἰομένους δεῖν τὰ δίκαιʼ ἀντιλέγειν οὐ πάντʼ ἀπόλωλεν. τοιούτους τοίνυν τοὺς συνεροῦντας αὑτοῖς παρεσκευασμένοι, καὶ τοσαύτην βλασφημίαν εἰδότες οὖσαν καθʼ ἑαυτῶν τοῖς βουλομένοις τι λέγειν φλαῦρον, ὅμως εἰς λόγον ἠξίωσαν καταστῆναι καὶ κακῶς τινʼ ἐτόλμησαν εἰπεῖν, οἷς ἀγαπητὸν ἦν μὴ πάσχουσιν κακῶς αὐτοῖς.