On the Trierarchic Crown
Demosthenes
Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
καὶ χαρίσασθαι κελεύουσιν ὑμᾶς, ὥσπερ περὶ δωρεᾶς, ἀλλʼ οὐ περὶ νικητηρίων τῶν λόγων ὄντων, ἢ καὶ χάριν τιθεμένων διὰ τῶν τοιούτων τοῖς ἀμελοῦσιν ὑμῶν, ἀλλʼ οὐ διὰ τῶν βελτιόνων τοῖς ὑπηρετοῦσιν ἃ δεῖ χαρίζεσθαι προσῆκον. ἔπειθʼ οὕτως ὀλιγωροῦσιν τοῦ δοκεῖν ἐπιεικεῖς εἶναι, καὶ παντελῶς τἄλλα πάρεργα πρὸς τὸ λαβεῖν νομίζουσιν, ὥστʼ οὐ μόνον τοῖς πρότερον ῥηθεῖσιν ὑφʼ αὑτῶν ἐναντία τολμῶσιν δημηγορεῖν, ἀλλὰ καὶ νῦν οὐ ταὐτὰ λέγουσιν ἑαυτοῖς, οἵτινες τοὺς μὲν ναύτας φασὶ δεῖν οἰκείους εἶναι τῆς τριήρους τῆς ληψομένης τὸν στέφανον, τῶν δὲ τριηράρχων τοὺς ἠλλοτριωκότας αὑτοὺς ἀπὸ τῆς λῃτουργίας, τούτους στεφανῶσαι κελεύουσι.
καὶ φασὶ μὲν οὐδένα τούτων πρότερον παρασκευάσασθαι, κελεύουσι δὲ κοινῇ στεφανοῦν ἡμᾶς, τοῦ ψηφίσματος οὐ ταῦτα λέγοντος. ἐγὼ δὲ τοσούτου δέω τοῦτο συγχωρεῖν ὅσουπερ καὶ μεμισθωκέναι τὴν τριηραρχίαν· οὔτε γὰρ τοῦθʼ ὑπομείναιμʼ ἂν οὔτʼ ἐκεῖνʼ ἐποίησα. προσποιοῦνται μὲν τοίνυν ὑπὲρ τοῦ δικαίου συνηγορεῖν, σπουδάζουσιν δὲ μᾶλλον ἢ προῖκʼ ἄν τις ὑμῶν πράττων, ὥσπερ ἄξια τοῦ μισθοῦ ποιῆσαι προσῆκον ἑαυτοῖς, ἀλλʼ οὐ γνώμην ἀποφήνασθαι.