Against Olympiodorus
Demosthenes
Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
ἦν γάρ, ὦ ἄνδρες δικασταί, Κόμων Ἁλαιεύς, οἰκεῖος ἡμέτερος. οὗτος ὁ Κόμων ἐτελεύτησεν ἄπαις ὀλίγον πάνυ χρόνον ἀρρωστήσας, ἐβίω δὲ πολλὰ ἔτη, καὶ ἦν πρεσβύτερος ὅτε ἐτελεύτα. καὶ ἐγὼ ἐπειδὴ ᾐσθόμην ὅτι οὐχ οἷός τέ ἐστιν περιγενέσθαι, μετεπεμψάμην τουτονὶ Ὀλυμπιόδωρον, ὅπως ἂν παρῇ καὶ συνεπιμελῆται μεθʼ ἡμῶν ἁπάντων ὧν προσῆκεν. καὶ Ὀλυμπιόδωρος οὑτοσί, ὦ ἄνδρες δικασταί, ἐπειδὴ ἦλθεν ὡς ἐμὲ καὶ τὴν ἀδελφὴν τὴν ἑαυτοῦ, ἐμὴν δὲ γυναῖκα, μεθʼ ἡμῶν ἅπαντα διῴκει.
ὄντων δʼ ἡμῶν περὶ ταύτην τὴν πραγματείαν, ἐξαίφνης λόγον μοι προσφέρει Ὀλυμπιόδωρος οὑτοσί, ὅτι καὶ ἡ μήτηρ αὐτοῦ προσήκουσα εἴη τῷ Κόμωνι τῷ τετελευτηκότι, καὶ ὅτι δίκαιον εἴη καὶ αὑτὸν τὸ μέρος λαβεῖν ἁπάντων ὧν ὁ Κόμων κατέλιπεν. καὶ ἐγώ, ὦ ἄνδρες δικασταί, συνειδὼς ὅτι ἐψεύδετο καὶ ἀναισχυντεῖν ἐπεχείρει, καὶ ὅτι οὐδεὶς ἦν ἄλλος τῷ Κόμωνι γένει ἐγγυτέρω ἐμοῦ, τὸ μὲν πρῶτον ὡς οἷόν τε μάλιστα ὠργίσθην καὶ ἠγανάκτησα ἐπὶ τῇ ἀναισχυντίᾳ τοῦ λόγου, ἔπειτα δὲ ἐλογισάμην πρὸς ἐμαυτὸν ὅτι οὐκ ἐν καιρῷ ὀργιζοίμην, καὶ τούτῳ ἀπεκρινάμην ὅτι ἐν μὲν τῷ παρόντι προσήκει θάπτειν τὸν τετελευτηκότα καὶ τἄλλα ποιεῖν τὰ νομιζόμενα, ἐπειδὰν δὲ τούτων ἁπάντων ἐπιμεληθῶμεν, τόθʼ ἡμῖν αὐτοῖς διαλεξόμεθα.
καὶ οὗτος, ὦ ἄνδρες δικασταί, προσωμολόγησεν ταῦτα καὶ καλῶς μʼ ἔφη λέγειν. ἐπειδὴ δὲ ἀπηλλάγημεν καὶ ἐποιήσαμεν ἅπαντα τὰ νομιζόμενα, καθʼ ἡσυχίαν ἤδη παρακαλέσαντες τοὺς οἰκείους ἅπαντας διελεγόμεθα ἡμῖν αὐτοῖς περὶ ὧν οὗτος ἠξίου ἑαυτῷ εἶναι. ὅσα μὲν οὖν, ὦ ἄνδρες δικασταί, ἡμεῖς πρὸς ἡμᾶς αὐτοὺς διηνέχθημεν περὶ τούτων διαλεγόμενοι, τι ἂν ἐγὼ ταῦτα διηγούμενος ἢ ὑμῖν πράγματα παρέχοιμι ἢ ἐμαυτῷ ἐνοχλοίην;
τὸ δὲ τέλος ὃ ἐγένετο, τοῦθʼ ὑμᾶς ἀναγκαίως ἔχει ἀκοῦσαι. αὐτὸς γὰρ ἐγὼ ἐδίκασα τούτῳ καὶ οὗτος ἐμοὶ τὰ ἡμίσεα ἑκάτερον ἡμῶν λαβεῖν ὧν κατέλιπε Κόμων, καὶ μηδεμίαν ἀηδίαν εἶναι περαιτέρω. καὶ προειλόμην, ὦ ἄνδρες δικασταί, ἑκὼν μεταδοῦναι τούτῳ μᾶλλον ἢ εἰς δικαστήριον εἰσιὼν κινδυνεύειν πρὸς οἰκεῖον ὄντα τοῦτον καὶ εἰπεῖν τι ἀηδές, ἀδελφὸν ὄντα τῆς ἐμῆς γυναικὸς καὶ θεῖον τῶν ἐμῶν παίδων, καὶ ὑπὸ τούτου ἀκοῦσαί τι ἀνεπιτήδειον.
ταῦτα πάντα ἐνθυμούμενος συνεχώρησα αὐτῷ. καὶ μετὰ ταῦτα συνθήκας ἐγράψαμεν πρὸς ἡμᾶς αὐτοὺς περὶ ἁπάντων, καὶ ὅρκους ἰσχυροὺς ὠμόσαμεν ἀλλήλοις, ἦ μὴν τά τε ὑπάρχοντα φανερὰ ὄντα καλῶς καὶ δικαίως διαιρήσεσθαι καὶ μηδʼ ὁτιοῦν πλεονεκτήσειν τὸν ἕτερον τοῦ ἑτέρου ὧν κατέλιπεν Κόμων, καὶ τἄλλα πάντα κοινῇ ζητήσειν, καὶ πράξειν μετʼ ἀλλήλων βουλευόμενοι ὅ τι ἂν ἀεὶ δέῃ.
ὑπενοοῦμεν γάρ, ὦ ἄνδρες δικασταί, ἥξειν τινὰς ἀμφισβητήσοντας τῶν τοῦ Κόμωνος καὶ ἑτέρους· οἷον καὶ ὁ ἐμὸς ἀδελφὸς ὁ ὁμοπάτριος, ὁμομήτριος δʼ οὔ, ὃς ἀπεδήμει, καὶ εἰ δή τις ἄλλος ἐβούλετʼ ἀμφισβητεῖν, οὐκ ἦν ἡμῖν κωλύειν· οἱ γὰρ νόμοι κελεύουσι τὸν βουλόμενον ἀμφισβητεῖν. ταῦτα δὴ πάντα προνοούμενοι ἐγράψαμεν τὰς συνθήκας καὶ ὅρκους ὠμόσαμεν, ὅπως ἂν μήτε ἑκόντι μήτε ἄκοντι μηδετέρῳ ἐξουσία ἡμῶν γένηται μηδʼ ὁτιοῦν ἰδίᾳ πρᾶξαι, ἀλλὰ κοινῇ βουλευόμενοι μεθʼ ἡμῶν αὐτῶν ἅπαντα πράττωμεν.
καὶ μάρτυρας ἐποιησάμεθα περὶ τούτων πρῶτον μὲν τοὺς θεοὺς οὓς ὠμόσαμεν ἀλλήλοις, καὶ τοὺς οἰκείους τοὺς ἡμετέρους αὐτῶν, ἔπειτʼ Ἀνδροκλείδην Ἀχαρνέα, παρʼ ᾧ κατεθέμεθα τὰς συνθήκας. βούλομαι οὖν, ὦ ἄνδρες δικασταί, τόν τε νόμον ἀναγνῶναι, καθʼ ὃν τὰς συνθήκας ἐγράψαμεν πρὸς ἡμᾶς αὐτούς, καὶ μαρτυρίαν τοῦ ἔχοντος τὰς συνθήκας. λέγε τὸν νόμον πρῶτον.
ΝΟΜΟΣ.
ἀναγίγνωσκε δὴ καὶ τὴν μαρτυρίαν τὴν Ἀνδροκλείδου.
ΜΑΡΤΥΡΙΑ.
ἐπειδὴ δὲ ὠμόσαμεν ἀλλήλοις καὶ αἱ συνθῆκαι ἦσαν κείμεναι παρὰ τῷ Ἀνδροκλείδῃ, διεῖλον ἐγὼ δύο μερίδας, ὦ ἄνδρες δικασταί. καὶ ἡ μὲν ἑτέρα ἦν μερὶς ἡ οἰκία ἐν ᾗ ᾤκει αὐτὸς ὁ Κόμων, καὶ τἀνδράποδα οἱ σακχυφάνται, ἡ δʼ ἑτέρα ἦν μερὶς οἰκία ἑτέρα καὶ τἀνδράποδα οἱ φαρμακοτρίβαι. ἀργύριον δὲ εἴ τι κατέλιπεν ὁ Κόμων φανερὸν ἐπὶ τῇ τραπέζῃ τῇ Ἡρακλείδου, τοῦθʼ ἅπαν σχεδόν τι ἀνηλώθη εἴς τε τὴν ταφὴν καὶ τἄλλα τὰ νομιζόμενα καὶ εἰς τὴν οἰκοδομίαν τοῦ μνήματος.
διελὼν δʼ ἐγὼ τὰς δύο ταύτας μερίδας, ἔδωκα αἵρεσιν τουτῳὶ Ὀλυμπιοδώρῳ ὁποτέραν βούλεται τῶν μερίδων λαβεῖν, καὶ οὗτος εἵλετο τοὺς φαρμακοτρίβας καὶ τὴν οἰκίσκην· ἐγὼ δʼ ἔλαβον τοὺς σακχυφάντας καὶ τὴν οἰκίαν τὴν ἑτέραν. καὶ ταῦτʼ ἔστιν ἃ ἑκάτερος ἡμῶν εἶχεν.
ἐν δὲ τῇ μερίδι τῇ τουτουὶ Ὀλυμπιοδώρου ἦν εἷς τῶν φαρμακοτριβῶν, ὃν μάλιστα ἐνόμιζεν πιστὸν ἑαυτῷ εἶναι ὁ Κόμων· ὄνομα δὲ τῷ ἀνθρώπῳ ἐστὶν Μοσχίων. οὗτος ὁ οἰκέτης σχεδόν τι ᾔδει τά τε ἄλλα τὰ τοῦ Κόμωνος ἅπαντα, καὶ δὴ τὸ ἀργύριον οὗ ἦν, τὸ ἔνδον κείμενον τῷ Κόμωνι.
καὶ δὴ καὶ ἔλαθεν τὸν Κόμωνα, πρεσβύτερόν τε ὄντα καὶ πεπιστευκότα αὐτῷ, ὑφαιρούμενος τὸ ἀργύριον οὗτος ὁ οἰκέτης ὁ Μοσχίων. καὶ πρῶτον μὲν ὑφαιρεῖται αὐτοῦ χιλίας δραχμὰς χωρίς που κειμένας τοῦ ἄλλου ἀργυρίου, ἔπειτα ἑτέρας ἑβδομήκοντα μνᾶς. καὶ ταῦτα ποιῶν ἐλάνθανεν τὸν Κόμωνα. καὶ τὸ ἀργύριον τοῦτο ἅπαν εἶχεν αὐτὸς διʼ ἑαυτοῦ ὁ ἄνθρωπος.
οὐ πολλῷ δὲ χρόνῳ ὕστερον, ὦ ἄνδρες δικασταί, ἢ ἡμεῖς διειλόμεθα τὰς μερίδας, ὑποψία τις ἐγένετο καὶ αἴσθησις περὶ τἀνθρώπου τούτου· ἐκ δὲ ταύτης τῆς ὑποψίας ἐδόκει ἐμοὶ καὶ τουτῳὶ Ὀλυμπιοδώρῳ βασανίζειν τὸν ἄνθρωπον. καὶ ὁ ἄνθρωπος, ὦ ἄνδρες δικασταί, αὐτὸς αὑτοῦ κατεῖπε, πρὶν βασανίζεσθαι, ὅτι χιλίας δραχμὰς ὑφείλετο τοῦ Κόμωνος, καὶ ἔφη εἶναι παρʼ ἑαυτῷ ὅσον μὴ ἦν ἀνηλωμένον· περὶ δὲ τοῦ πλείονος ἀργυρίου οὐδʼ ὁτιοῦν εἶπεν ἐν τῷ τότε χρόνῳ· καὶ ἀποδίδωσιν περὶ ἑξακοσίας τινὰς δραχμάς.
καὶ τούτου τοῦ ἀργυρίου, οὗ ἀπέδωκεν ὁ ἄνθρωπος, καλῶς καὶ δικαίως κατὰ τοὺς ὅρκους οὓς ὠμόσαμεν ἡμεῖς καὶ κατὰ τὰς συνθήκας τὰς κειμένας παρὰ τῷ Ἀνδροκλείδῃ τὸ μὲν ἥμισυ ἐγὼ ἔλαβον, τὸ δʼ ἥμισυ οὑτοσὶ Ὀλυμπιόδωρος.
μετὰ δὲ ταῦτα οὐ πολλῷ χρόνῳ ὕστερον ἐκ ταύτης τῆς ὑποψίας τῆς πρὸς τὸν οἰκέτην περὶ τοῦ ἀργυρίου οὗ ἀπέδωκεν, ἔδησεν τὸν ἄνθρωπον καὶ ἐβασάνισεν αὐτὸς ἐφʼ ἑαυτοῦ, ἡμᾶς δὲ οὐ παρεκάλεσεν, ὀμωμοκὼς κοινῇ ζητήσειν καὶ πράξειν μετʼ ἐμοῦ πάντα. καὶ ὁ ἄνθρωπος, ὦ ἄνδρες δικασταί, κατατεινόμενος ὑπὸ τῆς βασάνου προσωμολόγησε καὶ τὰς ἑβδομήκοντα μνᾶς εἰληφέναι ὑφελόμενος Κόμωνος, καὶ ἀποδίδωσιν ἅπαν τὸ ἀργύριον τοῦτο Ὀλυμπιοδώρῳ τουτῳί.
ἐγὼ δʼ, ὦ ἄνδρες δικασταί, ἐπειδὴ ἐπυθόμην περὶ τῆς βασάνου τοῦ ἀνθρώπου καὶ ὅτι ἀποδεδωκὼς εἴη τὸ ἀργύριον, ἐνόμιζόν μοι ἀποδώσειν τοῦτον τὸ ἥμισυ τοῦ ἀργυρίου, ὥσπερ καὶ τὸ πρότερον ἀπὸ τῶν χιλίων δραχμῶν ἀπέδωκε. καὶ εὐθὺς μὲν οὐ πάνυ τι ἠνώχλουν τούτῳ, ἡγούμενος αὐτὸν τοῦτο γνώσεσθαι καὶ διοικήσειν καὶ ἐμοὶ καὶ ἑαυτῷ, ὅπως ἑκάτερος ἡμῶν ἕξει τὰ δίκαια κατὰ τοὺς ὅρκους καὶ τὰς συνθήκας τὰς πρὸς ἡμᾶς αὐτοὺς περὶ τοῦ ἰσομοιρεῖν ἁπάντων ὧν Κόμων ἦν καταλελοιπώς·
ἐπειδὴ δὲ ἐνδιέτριβεν καὶ οὐδὲν ἐποίει, διελεγόμην τουτῳὶ Ὀλυμπιοδώρῳ, καὶ ἠξίουν ἀπολαμβάνειν τὸ ἐμαυτοῦ μέρος τοῦ ἀργυρίου. οὑτοσὶ δὲ Ὀλυμπιόδωρος ἀεί τι προὐφασίζετο καὶ ἀναβολὰς ἐποιεῖτο. καὶ ἐν τούτῳ τῷ καιρῷ ἕτεροί τινες ἔλαχον τοῦ κλήρου τοῦ Κόμωνος, καὶ ὁ Κάλλιππος ἐπεδήμησεν ἐκ τῆς ἀποδημίας, ὁ ἐμὸς ἀδελφὸς ὁ ὁμοπάτριος· καὶ οὗτος ἔλαχεν εὐθὺς τοῦ ἡμικληρίου.
καὶ τουτῳὶ Ὀλυμπιοδώρῳ πρόφασις καὶ αὕτη ἐγένετο πρὸς τὸ μὴ ἀποδιδόναι μοι τὸ ἀργύριον, ἐπειδὴ πολλοὶ ἦσαν οἱ ἀμφισβητοῦντες, καὶ ἔφη χρῆναί με περιμεῖναι, ἕως ἂν οἱ ἀγῶνες γένωνται. καὶ ἐμοὶ ἀνάγκη ἦν ταῦτα συγχωρεῖν, καὶ συνεχώρησα.
μετὰ δὲ ταῦτα ἐβουλευόμεθα καὶ ἐγὼ καὶ οὑτοσὶ Ὀλυμπιόδωρος κοινῇ, ὥσπερ καὶ ὠμόσαμεν, ὅντινα τρόπον ἄριστα καὶ ἀσφαλέστατα προσοισόμεθα πρὸς τοὺς ἀμφισβητοῦντας. καὶ ἔδοξεν ἡμῖν, ὦ ἄνδρες δικασταί, τουτονὶ μὲν Ὀλυμπιόδωρον τοῦ κλήρου ὅλου ἀμφισβητεῖν, ἐμὲ δὲ τοῦ ἡμικληρίου, ἐπειδὴ καὶ Κάλλιππος ὁ ἀδελφὸς ὁ ἐμὸς τοῦ ἡμικληρίου μόνον ἠμφεσβήτει.