Against Olympiodorus

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

καὶ ἐπειδὴ ἀνεκρίθησαν πρὸς τῷ ἄρχοντι ἅπασαι αἱ ἀμφισβητήσεις καὶ ἔδει ἀγωνίζεσθαι ἐν τῷ δικαστηρίῳ, ἀπαράσκευοι ἦμεν τὸ παράπαν πρὸς τὸ ἤδη ἀγωνίζεσθαι ἐγὼ καὶ Ὀλυμπιόδωρος οὑτοσὶ διὰ τὸ ἐξαίφνης ἐπιπεπτωκέναι ἡμῖν πολλοὺς τοὺς ἀμφισβητοῦντας· ἐκ δὲ τῶν ὑπαρχόντων ἐσκοποῦμεν κοινῇ, εἴ πως ἀναβολή τις γένοιτο ἐν τῷ παρόντι, ὥστε παρασκευάσασθαι ἡμᾶς καθʼ ἡσυχίαν πρὸς τὸν ἀγῶνα.

καὶ κατὰ τύχην τινὰ καὶ δαίμονα ὑμεῖς ἐπείσθητε ὑπὸ τῶν ῥητόρων εἰς Ἀκαρνανίαν στρατιώτας ἐκπέμπειν, καὶ ἔδει καὶ τουτονὶ Ὀλυμπιόδωρον στρατεύεσθαι, καὶ ᾤχετο μετὰ τῶν ἄλλων στρατευόμενος. καὶ συνεβεβήκει, ὡς ᾠόμεθα ἡμεῖς, αὕτη καλλίστη ἀναβολή, δημοσίᾳ τούτου ἀποδημοῦντος στρατευομένου.

ἐπειδὴ δὲ ἐκάλει ὁ ἄρχων εἰς τὸ δικαστήριον ἅπαντας τοὺς ἀμφισβητοῦντας κατὰ τὸν νόμον, ὑπωμοσάμεθα ἡμεῖς τουτονὶ Ὀλυμπιόδωρον δημοσίᾳ ἀπεῖναι στρατευόμενον. ὑπομοθέντος δὲ τούτου ἀνθυπωμόσαντο οἱ ἀντίδικοι, καὶ διαβάλλοντες Ὀλυμπιόδωρον τουτονί, ὕστεροι ἡμῶν λέγοντες, ἔπεισαν τοὺς δικαστὰς ψηφίσασθαι τῆς δίκης ἕνεκα ἀπεῖναι τουτονὶ καὶ οὐ δημοσίᾳ.

ψηφισαμένων δὲ ταῦτα τῶν δικαστῶν διέγραψεν ὁ ἄρχων Πυθόδοτος κατὰ τὸν νόμον τὴν τουτουὶ Ὀλυμπιοδώρου ἀμφισβήτησιν. διαγραφείσης δὲ ταύτης, ἐξ ἀνάγκης καὶ ἐμοὶ ἦν ἐκλιπεῖν τὴν τοῦ ἡμικληρίου ἀμφισβήτησιν. γενομένων δὲ τούτων ἐπεδίκασεν ὁ ἄρχων τοῖς ἀντιδίκοις τοῖς ἡμετέροις τὸν κλῆρον τὸν Κόμωνος· ταῦτα γὰρ οἱ νόμοι αὐτὸν ἠνάγκαζον ποιεῖν.

ἐπειδὴ δὲ ἐπεδικάσαντο, εὐθὺς εἰς Πειραιᾶ ἐλθόντες παρελάμβανον πάντα ὅσα ἡμῶν εἶχεν ἑκάτερος νειμάμενος ἐν τῇ μερίδι. κἀγὼ μὲν ἐπιδημῶν αὐτὸς παρέδωκα (ἀνάγκη γὰρ ἦν πείθεσθαι τοῖς νόμοις), τὰ δὲ Ὀλυμπιοδώρου, ἀποδημοῦντος τούτου, ἅπαντα ᾤχοντο λαβόντες, πλὴν τοῦ ἀργυρίου οὗ εἶχεν αὐτὸς παρὰ τοῦ ἀνθρώπου τοῦ οἰκέτου, ὃν ἐβασάνισεν· οὐ γὰρ εἶχον ὅπου ἐπιλάβοιντο τοῦ ἀργυρίου.

καὶ τὰ μὲν πραχθέντα ταῦτʼ ἦν ἐν τῇ ἀποδημίᾳ τῇ Ὀλυμπιοδώρου, καὶ τῆς κοινωνίας τῆς πρὸς τοῦτον ταῦτα ἐγὼ ἀπέλαυσα. ἐπειδὴ δὲ ἐπεδήμησεν οὗτος καὶ οἱ ἄλλοι στρατιῶται, ἠγανάκτει Ὀλυμπιόδωρος οὑτοσί, ὦ ἄνδρες δικασταί, ἐπὶ τοῖς συμβεβηκόσι, καὶ ἡγεῖτο δεινὰ πεπονθέναι. ἐπειδὴ δὲ μεστὸς ἐγένετο ἀγανακτῶν, ἐσκοποῦμεν πάλιν καὶ ἐβουλευόμεθα κοινῇ ἐγὼ καὶ Ὀλυμπιόδωρος οὑτοσί, ὅντινα τρόπον τούτων τι πάλιν κομιούμεθα.

καὶ ἐδόκει ἡμῖν βουλευομένοις προσκαλεῖσθαι τοὺς ἐπιδεδικασμένους κατὰ τὸν νόμον, καὶ ἐκ τῶν ὑπαρχόντων ἀσφαλέστατον εἶναι μὴ ἐν τῷ αὐτῷ ἡμᾶς ἀμφοτέρους τὸν κίνδυνον ποιεῖσθαι πρὸς τοὺς ἀμφισβητοῦντας, ἀλλὰ χωρὶς ἑκάτερον, καὶ τουτονὶ μὲν Ὀλυμπιόδωρον ὅλου τοῦ κλήρου λαχεῖν, ὥσπερ τὸ πρότερον, καὶ ἀγωνίζεσθαι καθʼ αὑτόν, ἐμὲ δὲ τοῦ ἡμικληρίου, ἐπειδὴ καὶ Κάλλιππος ὁ ἀδελφὸς ὁ ἐμὸς τοῦ ἡμικληρίου μόνον ἠμφεσβήτει,

ὅπως, ἐὰν μὲν Ὀλυμπιόδωρος οὑτοσὶ ἐπιτύχῃ τοῦ ἀγῶνος, ἐγὼ κατὰ τὰς συνθήκας καὶ τοὺς ὅρκους πάλιν τὸ μέρος λάβοιμι παρὰ τούτου, ἐὰν δʼ ἄρα ἀποτύχῃ καὶ τὰ ἕτερα ψηφίσωνται οἱ δικασταί, οὗτος παρʼ ἐμοῦ τὰ μέρη καλῶς καὶ δικαίως ἀπολαμβάνοι, ὥσπερ ὠμόσαμεν ἀλλήλοις καὶ συνεθέμεθα. ἐπειδὴ δὲ ταῦτʼ ἐβουλευσάμεθα καὶ ἐδόκει ἀσφαλέστατʼ εἶναι καὶ ἐμοὶ καὶ Ὀλυμπιοδώρῳ, προσεκλήθησαν ἅπαντες οἱ ἔχοντες τὰ τοῦ Κόμωνος κατὰ τὸν νόμον. καί μοι ἀνάγνωθι τὸν νόμον, καθʼ ὃν ἡ πρόσκλησις ἐγένετο.

ΝΟΜΟΣ.

κατὰ τὸν νόμον τοῦτον, ὦ ἄνδρες δικασταί, ἡ πρόσκλησις ἐγένετο, καὶ τὰς ἀμφισβητήσεις ἀντεγραψάμεθα, ὃν τρόπον τουτῳὶ ἐδόκει Ὀλυμπιοδώρῳ. καὶ μετὰ ταῦτα ὁ ἄρχων ἀνέκρινε πᾶσιν ἡμῖν τοῖς ἀμφισβητοῦσιν, καὶ ἀνακρίνας εἰσήγαγεν εἰς τὸ δικαστήριον. καὶ οὑτοσὶ Ὀλυμπιόδωρος ἠγωνίζετο πρῶτος, καὶ ἔλεγεν ὅ τι ἐβούλετο, καὶ μαρτυρίας παρείχετο ἃς ἐδόκει τούτῳ· κἀγώ, ὦ ἄνδρες δικασταί, σιωπῇ ἐκαθήμην ἐπὶ τοῦ ἑτέρου βήματος. τοῦτον δὲ τὸν τρόπον κατασκευασθέντος τοῦ ἀγῶνος ἐνίκησεν ῥᾳδίως.

νικήσας δὲ καὶ διαπραξαμένων ἅπαντα ὅσα ἐβουλήθημεν ἐν τῷ δικαστηρίῳ, καὶ ἀπολαβὼν παρὰ τῶν πρότερον ἐπιδικασαμένων ὅσα ἦσαν ἐκεῖνοι παρʼ ἡμῶν εἰληφότες, ταῦτα δὴ πάντα ἔχων καὶ τὸ ἀργύριον ὃ ἔλαβεν παρὰ τοῦ ἀνθρώπου τοῦ βασανισθέντος, οὐδʼ ὁτιοῦν ἠθέληκεν τῶν δικαίων πρός με ποιῆσαι, ἀλλʼ ἔχει αὐτὸς ἅπαντα, ὀμωμοκὼς καὶ συνθήκας πρός με ποιησάμενος ἦ μὴν ἰσομοιρήσειν. καὶ αἱ συνθῆκαι αὗται ἔτι καὶ νῦν κεῖνται παρὰ τῷ Ἀνδροκλείδῃ, καὶ μεμαρτύρηκεν αὐτὸς πρὸς ὑμᾶς.

βούλομαι δὲ καὶ περὶ τῶν ἄλλων ἁπάντων ὧν εἴρηκα μαρτυρίας ὑμῖν παρασχέσθαι, πρώτιστον μὲν τὸ ἐξ ἀρχῆς ὅτι ἐγὼ καὶ οὗτος ἡμῖν αὐτοῖς δικάσαντες ἐνειμάμεθα τὸ ἴσον ἑκάτερος τῆς φανερᾶς οὐσίας ἧς Κόμων κατέλιπεν. καί μοι λαβὲ ταύτην τὴν μαρτυρίαν πρῶτον, ἔπειτα τὰς ἄλλας ἁπάσας ἀναγίγνωσκε.

ΜΑΡΤΥΡΙΑ.

λαβὲ δή μοι καὶ τὴν πρόκλησιν, ἣν προὐκαλεσάμην αὐτὸν περὶ τοῦ ἀργυρίου οὗ ἔλαβεν παρὰ τοῦ ἀνθρώπου τοῦ βασανισθέντος.

ΠΡΟΚΛΗΣΙΣ.

ἀναγίγνωσκε δὲ καὶ τὴν ἑτέραν μαρτυρίαν, ὅτι, ἐπειδὴ ἐπεδικάσαντο οἱ ἀντίδικοι ἡμῶν, ἅπαντα παρέλαβον ὅσα ἡμεῖς εἴχομεν, πλὴν τῶν χρημάτων ὧν εἶχεν Ὀλυμπιόδωρος παρὰ τοῦ βασανισθέντος ἀνθρώπου.

ΜΑΡΤΥΡΙΑ.

ὃν μὲν τρόπον, ὦ ἄνδρες δικασταί, ἐξ ἀρχῆς διενειμάμεθα τὴν Κόμωνος οὐσίαν τὴν φανερὰν ἐγὼ καὶ Ὀλυμπιόδωρος, καὶ λόγῳ ἀκηκόατε καὶ μεμαρτύρηται ὑμῖν, καὶ ὡς οὗτος τὸ ἀργύριον ἔλαβεν παρὰ τοῦ ἀνθρώπου τοῦ οἰκέτου, καὶ ὅτι οἱ ἐπιδικασάμενοι ἔλαβον ὅσα ἡμεῖς εἴχομεν, ἕως οὑτοσὶ πάλιν ἐνίκησεν ἐν τῷ δικαστηρίῳ.

ἃ δὲ λέγων οὐκ ἀποδίδωσίν μοι οὐδʼ ἐθέλει τῶν δικαίων οὐδʼ ὁτιοῦν ποιεῖν, τούτοις ἤδη προσέχετε τὸν νοῦν, ὦ ἄνδρες δικασταί, ἵνα μὴ αὐτίκα ἐξαπατήσωσιν ὑμᾶς οἱ ῥήτορες, οὓς οὑτοσὶ παρεσκεύασται ἐπʼ ἐμέ. λέγει μὲν οὗτος οὐδέποτε ταὐτά, ἀλλʼ ὅ τι ἂν τύχῃ ἀεί, καὶ περιιὼν προφάσεις ἀτόπους τινὰς καὶ ὑπονοίας καὶ αἰτίας ψευδεῖς ἐπιφέρει, καὶ περὶ τὸ πρᾶγμα ὅλον ἄδικός ἐστιν ἄνθρωπος.

πλεῖστοι δὲ αὐτοῦ ἀκηκόασιν λέγοντος, οἱ μὲν ὅτι τὸ παράπαν οὐκ ἔλαβε τὸ ἀργύριον παρὰ τοῦ ἀνθρώπου· ἐπειδὰν δὲ τοῦτο ἐξελέγχηται, πάλιν λέγει ὅτι παρὰ τοῦ αὑτοῦ ἀνθρώπου ἔχει τὸ ἀργύριον, καὶ οὐ μεταδώσει ἐμοὶ οὔτε τοῦ ἀργυρίου οὔτε τῶν ἄλλων οὐδενὸς ὧν κατέλιπε Κόμων.

ἐπειδὰν δέ τις αὐτὸν τῶν ἐπιτηδείων τῶν τούτου καὶ τῶν ἐμῶν ἐρωτᾷ, διὰ τί οὐκ ἀποδώσει ὀμωμοκὼς ἰσομοιρήσειν καὶ τῶν συνθηκῶν ἔτι νυνὶ κειμένων, φησί με παραβεβηκέναι τὰς συνθήκας, καὶ δεινὰ πεπονθέναι ὑπʼ ἐμοῦ, καὶ διατελέσαι μέ φησιν ὑπεναντία καὶ λέγοντα καὶ πράττοντα ἑαυτῷ. καὶ ἃ μὲν προφασίζεται, ταῦτʼ ἔστιν.

ἃ μὲν οὖν, ὦ ἄνδρες δικασταί, οὗτος λέγει, ὑπόνοιαι πλασταί εἰσιν καὶ προφάσεις ἄδικοι καὶ πονηρίαι ἐπὶ τῷ ἀποστερῆσαι ἃ προσήκει αὐτὸν ἀποδοῦναι ἐμοί. ἃ δὲ ἐγὼ ἐρῶ πρὸς ὑμᾶς, ὅτι οὗτος ψεύδεται, ταῦτα δὲ ὑπόνοια οὐδεμία ἔσται, φανερῶς δὲ ἐπιδείξω τὴν τούτου ἀναισχυντίαν, τεκμήρια λέγων ἀληθινὰ καὶ πᾶσι γνώριμα, καὶ μάρτυρας παρεχόμενος περὶ ἁπάντων.

πρῶτον μὲν οὖν, ὦ ἄνδρες δικασταί, λέγω ὅτι οὗτος διὰ τοῦτο τοῖς οἰκείοις καὶ τοῖς ἐπιτηδείοις τοῖς ἑαυτοῦ καὶ τοῖς ἐμοῖς, τοῖς εἰδόσιν ἀκριβῶς ἅπαντα ταῦτα τὰ πράγματα ὡς ἔχει καὶ παρηκολουθηκόσιν ἐξ ἀρχῆς, οὐκ ἠθέλησεν ἐπιτρέψαι· ἀκριβῶς γὰρ ᾔδει ὅτι εὐθὺς παραχρῆμα ὑπʼ αὐτῶν ἐξελεγχθήσεται, ἐάν τι ψεύδηται· νυνὶ δʼ ἴσως ἡγεῖται ψευδόμενος ἐν ὑμῖν λήσειν.