Against Evergus and Mnesibulus
Demosthenes
Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
ὅτι δʼ ἀληθῆ λέγω, μέγα τεκμήριον ὑμῖν ἔστω· τῇ ὑστεραίᾳ γὰρ ἐκομίσατο τὸ ἀργύριον τῆς δίκης ἢ τὰ ἐνέχυρα ἔλαβεν. καίτοι πῶς ἄν, εἰ μὴ πεπορισμένον ἦν, εὐθὺς ἀπέλαβε τὸ ἀργύριον χιλίας τριακοσίας δέκα τρεῖς δύʼ ὀβολώ; καὶ τὰ ἐνέχυρά μοι οὐκ ἀπεδίδου, ἀλλʼ ἔτι καὶ νῦν ἔχει ὡς ὑπερημέρου ὄντος. ὅτι δʼ οὐκ ἦν αὐτῷ ὑπερήμερος, ἀνάγνωθί μοι τὸν νόμον καὶ τὴν μαρτυρίαν, ὃς κελεύει κύρια εἶναι ὅ τι ἂν ἕτερος ἑτέρῳ ὁμολογήσῃ, ὥστε οὐκέτι ἦν αὐτῷ δήπου ὑπερήμερος.
ΝΟΜΟΣ. ΜΑΡΤΥΡΙΑ.
ὡς μὲν τοίνυν ὡμολόγησε καὶ ἀνεβάλετό μοι τὴν ὑπερημερίαν, μεμαρτύρηται ὑμῖν· ὡς δὲ ἐτριηράρχουν, ὁ συντριήραρχός μοι μεμαρτύρηκεν, καὶ ὡς ἡ ναῦς στρατηγὶς κατεσκευάσθη Ἀλκιμάχῳ. ὥστʼ οὐκ ἦν αὐτῷ δήπου ὑπερήμερος ἀναβαλομένῳ μοι, ἔτι δὲ καὶ ἐκτίνων. ἀλλὰ δεινὴ ἡ πλεονεξία τοῦ τρόπου, ὦ ἄνδρες δικασταί, περὶ τὸ πλέον καὶ τὸ ἔλαττον. καὶ εὖ ᾔδεσαν ὅτι, εἰ μὲν τὴν ἄνθρωπον παραδώσουσιν, ἐξελεγχθήσονται ψευδῆ ἐγκαλέσαντες, εἰ δὲ μὴ παραδώσουσιν ἣν ἐμαρτύρησαν ὡς οὗτος ἤθελε παραδιδόναι, ψευδομαρτυρίων ἁλώσονται.