Against Evergus and Mnesibulus

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

καὶ ἐπειδὴ ἐδεήθην αὐτοῦ ἀναβαλέσθαι μοι τὴν ὑπερημερίαν, ἅσμενος ἤκουσεν, ἵνα ὑπερήμερος αὐτῷ γενοίμην καὶ ἐκφορήσαιτό μου ὡς πλεῖστα. καὶ διὰ τοῦτο ἀκάκως καὶ ταχύ μοι ὡμολόγησεν, ἵνα πιθανὸς γένηται καὶ μὴ καταφανὴς ἐπιβουλεύων, ἡγούμενος οὐκ εἶναι αὑτῷ διʼ ἄλλου τρόπου τοὺς μάρτυρας ἀφεθῆναι τῶν ψευδομαρτυρίων ἢ διὰ τοῦ ἐξαπατῆσαι καὶ λαβεῖν με ὑπερήμερον καὶ ἐκφορήσασθαι ὡς πλεῖστα· οὐ γὰρ ὅσα ἔχουσί μου ᾤετο λήψεσθαι, ἀλλὰ πολλῷ πλείω.

καὶ τὸν μὲν ἄλλον χρόνον ἀνέμενεν ὡς οὐ διὰ ταχέων με ποριοῦντα αὐτῷ τὸ ἀργύριον, βουλόμενος ὑπʼ αὐτοὺς τοὺς ἀγῶνας τῶν ψευδομαρτυρίων τὴν ἐνεχυρασίαν μου ποιήσασθαι· ἐπειδὴ δὲ ἐπήγγειλα αὐτῷ κομίσασθαι τὴν δίκην, ἐλθών μου τά τε σκεύη καὶ τοὺς οἰκέτας καὶ τὰ πρόβατα ἔλαβεν ἀντὶ τοῦ ἀπολαβεῖν. γεωργῶ δὲ πρὸς τῷ ἱπποδρόμῳ, ὥστε οὐ πόρρω ἔδει αὐτὸν ἐλθεῖν.